Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔδωκε τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ·

ἐνέπρησαν ἐκλεκτὴν πόλιν ἁγιάσματος, καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ ῾Ιερεμίου,

ἐκάκωσαν ὦσαν γὰρ αὐτόν.

καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης, ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν·

᾿Ιεζεκιήλ, ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐφ’ ἅρματος [*](25 Cod. πρινὴ 2 Cod. ἐξῆρε)

68
χερουβίμ.

καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ, καὶ κατώρθωσε τοὺς εὐθύνοντας ὁδούς.

καὶ τῶν δώδεκα προφητῶν εἴη τὸ μνημόσυνον ἐν εὐλογίαις.

πῶς μεγαλύνομεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός· οὕτως Ἰησοῦς υἱὸς ᾿Ιωσεδέκ·

οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.

καὶ ἐν ἐκλεκτοῖς ἦν Νεεμίας, οὗ ἐπὶ πολὺ τὸ μνημόσυνον αὐτοῦ, τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα, καὶ στήσαντος πύλας καὶ μοχλούς, καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.

οὐδεὶς ἐκτίσθη τοιοῦτος ἐπὶ τῆς γῆς, οἷος ᾿Ενώχ, καὶ γὰρ ἀνελήφθη ἀπὸ τῆς γῆς·

[*](189 1)

οὐδὲ ὡς ᾿Ιωσὴφ ἐγεννήθη ἀνήρ, ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπη ὑπὸ κυρίου.

Σῆμ’ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ἐν τῇ κτίσει ᾿Αδάμ. Σίμων ὁ ᾿Ονίου ὁ ἱερεὺς ὁ μέγας, ὃς ἐν τῆ ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐστερέωσε λαόν.

καὶ ἐπ’ αὐτῷ ἐθεμελιώθη ὕψος διπλοῦν, ἀνάλημμα ὑψηλὸν περίβολον ἱεροῦ.

ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη δοχεῖα ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·

ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν καὶ πολιορκήσας.

ἐδοξάσθης ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος.

ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις αὐτῆς, καὶ ὡς τόξον φωτίζον νε- φέλας δόξης·

ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου, ὡς ὄνθος ῥόδων ἐν ἡμέραις νέων·

ὡσεὶ κρίνα ἐπ’ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους·

ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου· ὡς σκεῦος χρυσίου ὁλοσφύρατον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·