Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῆ γενέσει.

πολλὴν δόξαν ἔκτισεν ὁ κύριος ἐν αὐτοῖς, τῆ μεγαλωσύνῃ αὐτοῦ ἀπ’ αἰῶνος.

κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν, καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις·

ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ ἐν συνέσει γραμματείας λαοῦ·

σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· ἐκζητοῦντες μέλη μουσικῶν, καὶ διηγούμενοι ἔπη ἐν γραφῆ·

ἄνδρες πλούσιοι κεχορηγημένοι ἐν ἰσχύι, εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν.

πάντες οὗτοι ἐν γενεαῖς ἐδο- ξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.

εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα, τοῦ ἐκδιηγήσασθαι ἐπαίνους,

καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον, καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρχοντες, καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς.

ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι αὐτῶν οὐκ ἐπελήσθησαν·

μετὰ τοῦ σπέρματος αὐτῶν διαμένει, ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν ἐν ταῖς διαθήκαις·

ἐν διαθήκαις ἔστι τὸ σπέρμα αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν δι’ αὐτούς,

ἕως αἰῶνος μένει σπέρμα αὐτῶν, καὶ ἡ [*](184 2) δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·

τὰ σώματα αὐτῶν ἐν εἰρήνη ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν [*](30 Cod. καθόσον·)

61
ζῆ εἰς γενεὰν καὶ γενεάν·

σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον αὐτῶν ἐξαγγέλλει ἐκκλησία.

᾿Ενὼχ εὐηρέστησε Κυρίῳ θεῷ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.

Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα·

διὰ τοῦτο ἐγένετο ὁ κατακλυσμός, καὶ διαθῆκαι αἰῶνος ἐστάθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.

᾿Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ

δόξῃ αὐτοῦ, ὃς συνετήρησε νόμον Ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ, ἐν σαρκὶ αὐτοῦ ἔστησε δια- θήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·