Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά.

ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσαν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης.

φωνῇ βροντῆς αὐτοῦ ὠσίνησε γῆν, καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλεύεται ὄρη·

ἐν θελήματι αὐτοῦ πνεύσεται νότος καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος. ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς·

κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτοῦ ἐκστήσεται καρδία.

καὶ πάχνην ὡς ἅλας ἐπὶ γῆν χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.

ψυχρὸς ἄνεμος βορέας πνεύσει, καὶ παγήσεται κρύσταλλος ἀφ’ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.

καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ.

ἴασις πάντων κατὰ σπουδὴν ὀμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.

λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσος, καὶ ἐφύτευσεν ἐν αὐτῇ

νήσους. οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·

καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κρίσις κητῶν.

καὶ δι’ αὐτὸν εὐοδοῖ ὁ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα.

πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλειαν λόγων αὐτός ἐστι τὸ πᾶν. δοξάζοντες ποῦ ἰσχύσομεν ;

60
αὐτὸς γὰρ μέγας πάρα πάντα τὰ ἔργα αὐτοῦ.

φοβερὸς Κύριος καὶ μέγας σφόδρα, καὶ θαυμαστὴ ἡ δυναστείααὐτοῦ.

δοξάζοντες Κύριον ὑψώσατε καθ’ ὅσον [*](184 1) δύνασθε, ὑπερέξει γὰρ καὶ ἔτι·

καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται;

κοὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστι;

πολλὰ ἀπόκρυφα ἐστὶ μείζονα τούτων, ὀλίγα ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.

πάντα γὰρ ἐποίησεν ὁ κύριος, ὁ κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν.