Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τὰ μεγαλεῖα διὰ τῆς σοφίας αὐτοῦ ἐκόσμησεν·

[*](183 1)

ὅς ἐστι πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.

ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, καὶ ἕως σπινθῆρός ἐστι θεωρῆσαι.

πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·

πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον·

ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά, καὶ τίς πληθήσεται ὁρῶν δόξαν θεοῦ;