Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.

ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐνδόξῳ, σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου·

ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;

κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλάσιον ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν, καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.

μέγας Κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέπαυσε πορείαν.