Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ, καὶ ἥλιος φωτίζων κατὰ πάντα ἐπέβλεψε, καὶ τῆς δόξης Κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ.

οὐκ ἐνεποίησε τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἐστερέωσε κύριος παντοκράτωρ στηριχ- θῆναι ἐν δόξη αὐτοῦ τὸ πᾶν.

ἄβυσσον καὶ καρδίαν ἐξίχνευσε, καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖα αἰῶνος,

ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων.

οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος·