Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου· σοφίαν πάντων ἀρχαίων ἐκζητήσει, καὶ ἐν προφητείαις ἀσχοληθήσεται·

[*](29 Cod. διαπαντὸς 30 Cod. χρῖσμα)
53

διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει, καὶ ἐν τροφαῖς παραβολῶν συνεισελεύσεται·

ἀπόκρυφα παροιμιῶν [*](179 2) ἐκζητήσει, καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται.

ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει, καὶ ἔναντι ἡγουμένων ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασε.

τὴν καρδίαν αὐτοῦ ἐπιδώσει πρὸς Κόριον, ὀρθρίσαι πρὸς τὸν ποιήσαντα αὐτόν, καὶ ἔναντι Ὑψίστου δεηθήσεται· καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ἐν προσευχῇ, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.

ἐὰν ὁ κύριος ὁ μέγας θέλῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται·

αὐτὸς ἀνομβρίσει ῥήματα σοφίας αὐτοῦ, καὶ ἐν προσευχῇ

ἐξομολογήσεται τῷ κυρίῳ· αὐτὸς κατευθύνει βουλὴν αὐτοῦ καὶ ἐπιστήμην, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται·

αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ, καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται.

αἰνέσουσι τὴν σύνεσιν αὐτοῦ πολλοί, καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται·

ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν, τὴν σοφίαν αὐτοῦ διηγήσεται ἔθνη,

καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία·

ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐμποιεῖ αὐτῷ.

ἔτι διανοηθεὶς ἐκδιηγήσομαι, ὅτι ὡς διχομηνία ἐπληρώθην.

εἰσακούσατε μου, ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ·

καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα.