Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

εὐλογήσατε τὸν κύριον ἐπὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κιννύραις·

καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει· τὰ ἔργα Κυρίου πάντα καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι;

πάντα γὰρ ταῦτα ἐν καιρῷ αὐτῶν ζητηθήσεται. ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θημωνία ὕδωρ, καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα [*](180 1) ὑδάτων.

ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.

ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ·

ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψε, καὶ οὐδέν ἐστι θαυ- [*](4 Cod. ἀνάμεσον)

54
μάσιον ἐναντίον αὐτοῦ. οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι,.

πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται.

ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν.

οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.

αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι τοῖς ὁσίοις, οὕτως τοῖς ἀνόμοις προσκόμματα·

ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά.

ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ καὶ πῦρ καὶ σίδηρον καὶ ἅλας, καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον·

πάντα ταῦτα τοῖς εὐσεβέσιν ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.

ἔστι πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται, καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσε μάστιγας αὐτῶν·

ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχέουσι, καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτὸν κοπάσουσι·