Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις.

μνήσθητι τὸ κρίμα μου ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ χθὲς καὶ σοὶ σήμερον.

ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ, καὶ παρακλήθητι ἐπ’ αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.

σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς,

52
καὶ ὁ ἐλαττούμενος πράξει αὐτοῦ οὐ σοφισθήσεται.

τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου, καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων, καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων;

καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.

οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέραν διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, [*](179 1) καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν·

καρδίαν αὐτοῦ δώσει εἰς τὸ ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ συντελέσαι ἔργον.

οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἐν ἔργῳ σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμη καμίνου διαμαχήσεται·

φωνὴ σφύρας καὶ ἄκμονος καινιεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ·

καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.

οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·

ἐν βραχίονι αὐτοῦ τυπώσει πηλόν, καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει εἰς τὸ συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ, καθαρίσαι κάμινον.

πάντες οὗτοι εἰς χεῖρας ἑαυτῶν ἐπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται·

ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν·

ἐν βουλῇ λαοῦ οὐ ζητηθήσονται, καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται, ἐπὶ δίφρον δικαστῶν οὐ καθιοῦνται, καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται·

οὐδὲ μὴ ἐκφάνωσι παιδείαν καὶ κρίμα, καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται·

ἀλλὰ κτῆμα αἰῶνος στηριοῦσι, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.