Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας, ἀλλ’ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε·

ὃν ὂν ἐπιγνῷς συντηροῦντα ἐντολὰς κυρίου, ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς συναλγήσει σοι.

καὶ βουλὴν καρδίας στῆσον, οὐ γὰρ ἔστι σοι πιστότερος αὐτῆς·

ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ καθήμενοι ἐπὶ μετεώρου ἐπισκοπῆς.

καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι τοῦ ὑψίστου ἵνα εὐθύνῃ ἡ ἀλήθεια τὴν ὁδόν σου.

ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή.

ἴχνος ἀλλοιώσεως χαρᾶς πρόσωπον.

τέσσαρα μέρη ἀνατέλλει, ἀγαθόν, κακόν, ζωή, θάνατος, καὶ ἡ κυριεύουσα αὐτῶν ἐνδελεχῶς γλῶσσά ἐστιν.

ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῆ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν.

ἔστιν ὁ σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης σοφίας καθυστερίσει·

οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη.

ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος αἰνετοί.

ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.

ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.

ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ [*](178 1) ᾿Ισραὴλ ἀναρίθμητοι.

σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει δόξαν, καὶ τὸ ὄνομα αὐτοῦ ἔσται εἰς τὸν αἰῶνα.

τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·

οὐ γὰρ τὰ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκιμεῖ.

μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·

ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας.

διὰ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.