Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον.

φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.

καρδία στρεβλὴ δώσει λύπην, [*](16 Cod. ἀπαρχῆς)

49
καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.

πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστι γὰρ θυγάτηρ θυγατρὸς κρείσσων.

κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει,

εἰ ἔστιν ἐπὶ [*](177 1) γλώσσης αὐτῆς ἔλεος καὶ πράυτης καὶ ἴασις·

οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ’ υἱοὺς ἀνθρώπων.

ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ’ αὐτὸν καὶ στῦλον ἀναπαύσεως.

οὗ οὐκ ἔστι φραγμός, διαρραγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος.

τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῆ ἐφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσίαν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.

πᾶς φίλος ἐρεῖ· ἐφιλίασα κἀγώ· ἀλλ’ ἔστι φίλος ὀνόματι μόνον φίλος.

οὐχὶ λύπη μένει ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;

ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι;

ἑταῖρος φίλῳ συνδιαιτᾷ εὐφροσύνη, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·

ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς καὶ ἔναντι πολεμίου λήψεται ἀσπίδα.

μὴ ἐπιλαθοῦ φίλου ἐν τῆ ψυχῇ σου, καὶ μὴ μνημονεύσῃς αὐτοῦ ἐν χρήμασί σου.

μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν.

πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ’ ἔστι συμβουλεύων εἰς ἑαυτόν·

ἀπὸ συμβούλου φύλαξαι ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία·

καὶ γὰρ αὐτὸς ἑαυτῷ συμβουλεύεται, μήποτε βάλλῃ ἐπὶ σοὶ κλῆρον, καὶ εἴπῃ σοι·

καλὴ ὁδός σου, καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι·

μὴ συμβουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν·

μετὰ γυναικὸς περὶ ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου, μετὰ ἐμπόρου περὶ μεταβουλίας καὶ [*](177 2) μετὰ ἀγοράζοντος περὶ πράσεως,

μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελέημονος περὶ χρηστοηθείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου [*](2 Cod. θανάτου ; 6 Cod. ἐπιλάθου)

50
κοὶ μετὰ μισθίου ἐπετείου περὶ συντελείας·

οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας·