Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε, καὶ ἐξ αὐτῶν ἡγίασε καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ’ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσε, καὶ ἀνέτρεψεν αὐτοὺς ἀπὸ στάσεων αὐτῶν.

ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωπος ἐν χειρὶ τοῦ ποιήσαντος αὐτόν, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.

ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι τοῦ ἁμαρτωλοῦ ὁ εὐσεβής, καὶ οὕτως ἀπέναντι ἀνδρὸς εὐσεβοῦς ὁ ἁμαρτωλός.

καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός.

κἀγὼ ἔσχατος ἠγρύπνησα καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπ’ ἀρχῆς.

ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ’ ὀνόματί σου, καὶ ᾿Ισραὴλ ὃν πρωτόγονον ὠνόμασας.

οἴκτειρον πόλιν ἁγιάσματός σου, ῾Ιερουσαλήμ, τόπον καταπαύσεως σου.

πλῆσον Σιῶν ἆραι τὰ λόγιά σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.

δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασί σου, καὶ ἔγειρον προφήτας ἐπ’ ὀνόματί σου·

δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν.

εἰσάκουσον, κύριε, δεήσεως τῶν οἰκετῶν σου κατὰ τὴν εὐλογίαν ᾿Ααρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι σὺ κύριος τῶν αἰώνων.

πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον.

φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.

καρδία στρεβλὴ δώσει λύπην, [*](16 Cod. ἀπαρχῆς)

49
καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.

πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστι γὰρ θυγάτηρ θυγατρὸς κρείσσων.

κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει,

εἰ ἔστιν ἐπὶ [*](177 1) γλώσσης αὐτῆς ἔλεος καὶ πράυτης καὶ ἴασις·

οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ’ υἱοὺς ἀνθρώπων.

ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ’ αὐτὸν καὶ στῦλον ἀναπαύσεως.

οὗ οὐκ ἔστι φραγμός, διαρραγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος.

τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῆ ἐφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσίαν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.