Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οἱ φοβούμενοι κύριον εὑρήσουσι κρίμα, καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.

ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμόν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ἐξευρίσκει σύγκριμα.

ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος δὲ καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μεθ’ ἑαυτοῦ ἄνευ βουλῆς.

ἄνευ βουλῆς μηθὲν ποιήσης, καὶ ἐν τῶ ποιῆσαι μὴ μεταμελοῦ.

ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσι·

μὴ πιστεύσης ἐν ὁδῷ ἀπροσκόπῳ,

καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.

ἐν παντὶ ἔργῳ ἀγαθῷ πίστευε τῆ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστι τήρησις ἐντολῶν.

ὁ πιστεύων κυρίῳ προσέχει ἐντολῇ, καὶ ὁ πεποιθὼς ἐπ’ αὐτῷ οὐκ ἐλαττωθήσεται.

τῷ φοβουμένῳ τὸν κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ’ ἐν πειρασμῷ καὶ πάλιν ἐξαιρεῖται αὐτὸν·

ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πολλῶν.

ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων.

ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,

48
σύνδησον παιδείαν καὶ τότε ἀποκρίθητι.

τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.

ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετιεῖ.

διατί ἡμέρα ὑπερέχει ἡμέρας ; καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ’ ἡλίου·

ἐν γνώσει κυρίου διεχωρίσθησαν , καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς·

καὶ ἀπ’ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.

καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη ᾿Αδάμ·

ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν [*](176 2) αὐτούς, καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν·