Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν πόλει ἡγιασμένη ὁμοίως με κατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου.

καὶ ἔ’ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι κυρίου κληρονομίας αὐτοῦ.

ὡς κέδρος ὑψώθην ἐν τῷ Λιβάνῳ, καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών.

ὡς φοῖνιξ ἀνυψώθην ἐν Γαδδί, καὶ ὡς φυτὰ ῥόδου ἐν ῾Ιεριχῷ· ὡς ἔλαια εὐπρεπὴς ἐν πεδίῳ ὡραίῳ, καὶ ὡς πλάτανος ἀνυψώθην ἀφ’ ὕδατος.

[*](7 Cod. τινὸς)
33

ὡς κιννάμωμον καὶ ὡς πάλαθος ἀρωμάτων καὶ ὡς σμύρνα ἐκλεκτὴ ἔδωκα εὐωδίαν·

ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή, καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ·

ἐγὼ ὡς τερέβινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου δόξης καὶ χάριτος.

ἐγὼ ὡς ἄμπελος ἐβλάστησα εὐωδίαν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.

ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς καὶ φόβου καὶ γνώσεως καὶ [*](167 1) τῆς ὁσίας ἐλπίδος, δίδωμι δὲ σὺν πᾶσι τοῖς τέκνοις μου ἀειγενεῖς τοῖς λεγομένοις ὑπ’ αὐτοῦ.