Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, καὶ ὡς ὀμίχλη κατεκάλυψα γῆν·

ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα μόνη, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·

γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, καὶ ἐν βαθεῖ ἀβύσσων περιεπάτησα·

ἐν κύματι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην .

καὶ μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα, καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι;

τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου, καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον, καὶ ἐν ῾Ιερουσαλὴμ κατακληρονομήθητι.

πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰώνων οὐ μὴ ἐλλείπω.

ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα, καὶ οὕτως ἐν Σιῶν ἐστηρίχθην·