Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·

τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίου.

οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν·

ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται διὰ παντός, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.

ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου.

᾿Εκ τοῦ δευτερονομίου.

νόμος ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν ἐν συναγωγαῖς ᾿Ιακώβ. μὴ ἐκλύεσθε ἰσχύειν ἐν κυρίῳ, ἵνα κραταιώσῃ ὑμᾶς αὐτός· κολλᾶσθε πρὸς αὐτόν· κύριος παντοκράτωρ ὁ θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ.

ἐμπιπλῶν ὡς Φεισὼν πάντα τῆς σοφίας αὐτοῦ, καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων.

ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν, καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ·