Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τέκνα ἐν ἀγαθῇ ζωῇ τὴν τροφὴν ἔχοντα τῶν ἰδίων γεννητόρων κρύψουσι δυσγένειαν·

[*](164 2)

τέκνα ἐν καταφρονήσει καὶ ἀπαιδευσίᾳ γεγαυριωμένα συγγενείας ἑαυτῶν μολύνουσι τὴν εὐγένειαν.

συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, καὶ ἐξεγείρει καθεύδοντας ἐκ βαθέος ὕπνου·

διηγεῖται νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ· τί ἐστιν;

ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπε γὰρ φῶς· ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις·

ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ γὰρ μωροῦ ὑπὲρ θάνατον ἡ ζωή.

πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.

μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον, καὶ πρὸς ἀσύνετον μὴ πορεύου. ἀναισθητῶν γὰρ ἐξουθενήσει σου τὰ πάντα·

φύλαξαι ἀπ’ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ. ἔκκλινον ἀπ’ αὐτοῦ, καὶ εὑ ῥήσεις ἀνάπαυσιν, καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.