Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὑπὲρ μόλυβον τί βαρυνθήσεται ; καὶ τί αὐτῷ ὄνομα, ἀλλ’ ἢ * μόλυβος ;

ἄμμον καὶ ἅλας καὶ βῶλον σιδήρου εὐκοπώτερον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον.

ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομήν, ἐν συσσεισμῷ οὐ διαλυθήσεται, οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν παντὶ καιρῷ φόβῳ οὐ δειλιάσει.

καρδία ἡδρασμένη ἐπὶ διανοίᾳ συνέσεως ὡς κόσμος ψαμμωτὸς ἐπὶ τοίχου ξυστοῦ.

†χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ μείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματι μωροῦ·

κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.

ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ ὁ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν.

βάλλων λίθον ἐπὶ ἐπὶ ἔτεινά ἀποσοβήσει αὐτά, καὶ ὀνειδίζων [*](165 1) φίλον διαλύσει φιλίαν.