Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψίθυρος, καὶ οὗ ἐὰν παροικήσῃ, μισηθήσεται.
λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ ἀτιμίᾳ αὐτοῦ.
βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται.
θυγάτηρ φρόνιμος κληρονομήσει ἀνδρὸς αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων
29
ἀτιμασθήσεται.μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν καιρῷ σοφίας.