Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὁ διανοούμενος τὰς ὁδοὺς αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν [*](158 1) τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται

ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε.

ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται·

ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, καὶ ἐν τοῖς τοίχοις αὐτῆς

19
πήξει πάσσαλον.

στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρα αὐτῆς, καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν·

θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται.

σκεπασθήσεται ἀπ’ αὐτῆς ἀπὸ καύματος, καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.

ὁ φοβούμενος τὸν κύριον ποιήσει αὐτά, καὶ ὁ ἐγκρατὴς γνώσεως εὑρήσει αὐτήν·

καὶ ὡς μήτηρ ὑπαντήσει αὐτῷ, καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·

ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως, καὶ ὕδωρ σοφίας ποτιεῖ αὐτόν·

στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·

καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ, καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·

εὐφροσύνην καὶ στέφανον ἀγαλλιά- ματος εὑρήσει· καὶ ὄνομα αἰῶνος κατακληρονομήσει αὐτόν.

καὶ οὐ μὴ καταλήψωνται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·

μακράν ἐστιν ἀπὸ ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.

οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη αὐτῷ·

ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν.

μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.

μὴ εἴπῃς· αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.

πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.