Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.

[*](158 2)

ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς, καὶ πίστιν ποιῆσαι εὐδοκίας.

παρέθηκέ σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἔκτεινον τὴν χεῖρά σου·

ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.

ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· καὶ ἰσχυρὸς ἐν δυναστεία καὶ βλέπων τὰ πάντα·

καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·

οὐκ ἐνετείλατο ἀσεβεῖν

  • οὐδενί,
  • καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.

    μὴ ἐπιθύμει τέκνων πλῆθος ἄχρηστον, μήδε’ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·

    ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπ’ αὐτοῖς, εἰ μὴ ἔστι φόβος κυρίου μετ’ αὐτῶν·

    [*](12 Cod. ἔπλασεν)
    20

    μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρεῖσσον γὰρ εἷς δίκαιος ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ·

    ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀσεβῶν ἐρημωθήσεται ἐν τάχει.

    πολλὰ τοιαῦτα ἑώρακεν ὁ ὀφθαλμός μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου.

    ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.

    οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων πάντων γιγάντων, οἳ ἀπέστησαν ἐν τῆ ἰσχύι τῆς ἀφροσύνης αὐτῶν·

    οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·

    οὐκ ἐλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξερχομένους ἐν ἁμαρτίαις αὐτῶν ἃς ἐποίουν·

    καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.

    μαστιγῶν, ἐλεῶν, τύπτων, ἰώμενος, κύριος ἐν οἰκτιρμῷ καὶ παιδείᾳ διεφύλαξε·

    καὶ ἐὰν ᾖ εἷς σκληροτράχηλος ἐν λαῷ, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται.

    [*](159 1)

    ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ διὰ τάχους, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν.

    κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ τὸ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ.

    οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερίσῃ ὑπομονὴ εὐσεβοῦς.