Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν πλήθει ἁμαρτιῶν·

μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ τῆς ἐπὶ κύριον.

[*](157 2)

ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνδρὶ βασκάνῳ ἱνατί χρήματα;

ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.

ὁ πονηρὸς ἑαυτῷ τίνι ἔσται ἀγαθός; καὶ οὐκ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.

τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ·

καὶ ἐὰν εὖ ποιήσῃ, οὐχ ἑκὼν ποιεῖ, καὶ ἐπ’ ἐσχάτων ἐκφανεῖ τὴν κακίαν αὐτοῦ.

πονηρὸς ὁ βασκαίνων ἰδεῖν ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς.

πλέον ἕκτου ὀφθαλμὸς οὐ πίμπλαται μερίδος, καὶ ἀδικία πονηροῦ ἀναξηραίνει ψυχὴν αὐτοῦ.

ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ, καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.

τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτῷ, καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε·

μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι·

πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.

μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθέτω.

οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, καὶ τοὺς κόπους σου εἰς διαιρέσεις κλήρου;

δὸς καὶ λάβε, καὶ ἁγίασον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τροφήν.

πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· ἡ γὰρ διαθήκη ἡ ἀπ’ αἰῶνος θανάτῳ ἀποθανῇ.

ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει· οὕτως καὶ γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται.

πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ’ αὐτοῦ ἀπελεύσεται.

μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ μελετήσει καλά, καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται ἅγια·