Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως,
  2. καὶ διοικεῖ τὰ πάντα χρηστῶς.
  1. Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου,
  2. καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ,
  3. καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς.
  1. εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα,
  2. καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν·
  1. μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης.
  2. καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ.
  1. εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ,
  2. τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ⁸ἐργαζομένης;
[*](§ C)
  1. εἰ δὲ φρόνησις ἐργάζεται,
  2. τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις;
  1. καὶ εἰ δικαιοσύνην ἀγαπῷ τις,
  2. οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί
  3. σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει,
  4. δικαιοσύνην καὶ ἀνδρείαν,
  5. ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις.
  1. εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
  2. οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν,
  3. ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων,
  4. σημεῖα καὶ τέρατα προγινώσκει
  5. [*](27 προσφητας U+05D0* (προφ. U+05D0¹) 28 συθεν] ουδεν U+05D0A | ο θς αγαπα A | ο U+05D0AC θεος] θος U+05D0c.c (postea revoc ut vid ο θς) 29 ευπρεπρεστερα U+05D0* (ρ 2⁰ improb mox ras U+05D0?) | αστρων] αστερων A | συγκρινομενη BᵃᵇA 30 σοφιας] σοφια U+05D0* (-φιας U+05D0c a) σοφίαν A | ουκ αντισχυει] ου κατισχυει U+05D0A (-σχυι) V III 1 εις ΒA*] επι U+05D0Αa | διοικειται A 3 ευγεναν U+05D0 5 πλουσιωτερον] τιμιωτερον Κ | ἐργαζομένης] περιεργαζ. U+05D0* (περι improb U+05D01? ᵃ⁽ᵛiᵈ⁾) incip |ζομενης C 6 τεχνιτης Bᵇ?AC 7 σωφροσυνης A | ανδριαν U+05D0AC 8 πολυπειριαν BᵇU+05D0c.a (-ρειαν B*)] πολυπειραν A | οιδε U+05D0* (-δεν U+05D0c.a) | εικαζει U+05D0? (ras ν) A | λυσις Β*U+05D0ΑC ( σεις Bᵃᵇ))
    618
    [*](B)
  6. καὶ ἐκβάσεις καιρῶν καὶ χρόνον.
  1. ἕκρινα τοίνυν ταύτηυ ἀγαγέσθαι πρὸς συμβίαοσιν,
  2. εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν,
  3. καὶ παραίνεσις φροντίδαωων καὶ λύπης.
  1. ἔξω δι᾿ αὐτὴν δόξαν ἐν ὄχλοις.
  2. καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος·