Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων·
  1. ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία.
  2. Ἔοτιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,
  3. μονογενές, πολυμερές, λεπτόν,
  4. εὐκίνητον, τρανόν, ἀμόλυντον,
  5. σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ,
  6. ἀκώλυτον, εὐεργετικόν,
  1. φιλάνθραοπον,
  2. βέβαιον, ἀσφαλές, ἀμέριμνον.
  3. παντοδύυαμον, πανεπίσκοπον,
  4. καὶ διὰ πάντων χωροῦν πνευμάτων
  5. νοερῶν καθαρῶν λεπτοτάτων.
  1. πάσης γὰρ κινήσεως κινητικώτερον σοφία,
  2. διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα.
  1. ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως,
  2. καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής·
  3. δμὼ τοῦτο οὐδέν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.
  1. ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου,
  2. καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας,
  3. καί εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
  1. μια δὲ οὖσα πάντα δύναται,
  2. καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει,
  3. [*](U+05D0Α)[*](16 εργατιων U+05D0A 17 ενεργιαν U+05D0 19 εναυτου U+05D0* (.των U+05D0c.a) A | κυκλου U+05D0* (-κλους U+05D0c.a) | ἄστρων U+05D0* (-τερων U+05D0c.a) | θεσις U+05D0A 20 φυσις BU+05D0A | θυμους] νομους U+05D0* (revoc θυμ. U+05D0c.a) | θηριων] pr και U+05D0 (improb και U+05D0?) 24 η rescr A¹ | om εν A | ευεργετον U+05D0* (-τικον U+05D0c. ᵃ) 23 παντε- πισκοπαν U+05D0c.a, c.a A 24 καθαριοτητα U+05D0* (ras ι U+05D0? ) 25 εστι U+05D0 | αποροια U+05D0* (απορρ. U+05D0c.a) | ειλικρινης] ιλικρινειας A 26 ενεργιας U+05D0 27 αυτη] εαυτη A | τα πανια] om τα A)
    617
  4. καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα
  5. [*](B)
  6. φίλους θεοῦ καὶ προφήτας κατασκευάζει·
  1. σύθὲν γὰρ ἀγαπῷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.
  1. ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου,
  2. καὶ ὑπέρ πᾶσαν ἄστρων θέσιν.
  3. φωτὶ συνκρινομένη εὺρίσκεται προτέρα·
  1. τοῦτο μέν γὰρ διαδέχεται νύξ,
  2. σοφίας δὲ οὐκ ἀντισχύει κακία.