Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀξὺς εὑρεθήσομαι ἐν κρίσει,
  2. καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι
  1. σιγῶντά με περιμενοῦσιν, καὶ φθεγγομένῳ προσέξουσιν,
  2. καὶ λαλοῦντος ἐπὶ πλεῖον
  3. χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.
  1. ἔξω δι᾿ αὐτὴν ἀθανασίαν,
  2. καὶ μνήμην αἰώνιον τοῖς μετʼ ἐμέ ἀπολείψω.
  1. διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι·
  1. φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί
  2. ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.
  1. κἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ·
  2. οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς,
  3. οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς,
  4. ἀλλὰ εὐφροσύνην καὶ χαράν.
  1. ταῦτα λογισάμενος ἐν ἐμαυτῷ
  2. καὶ φροντίσας ἐν καρδίᾳ μου
  3. ὅτι ἔστιν ἀθανασία ἐν συγγενείᾳ σοφίας,
  1. καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθή,
  2. καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπής,
  3. καὶ ἐν συνγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις,
  4. καὶ εὔκλεια ἐν κοινωνίῷ λόγων αὐτῆς,
  5. περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
  1. παῖς δὲ ἤμην εὐφυής,
  2. ψυχῆς τε ἔλαχον ἀγαθῆς,
[*](U+05D0ΑC)[*](9 αγαγεσθαι ταυτην A | om αγαγεσθαι C | συνβουλος C 10 οχλω C 12 χειρα] χερας U+05D0 χειρα δε C | στομα] pr το U+05D0* (om το U+05D0c.a) 13 αθα- νασιαν] + |και τιμην παρα.. (evan 12 fere litt quae seq); leg fort [του παντο- κραφορος) C |απολειψω] καταλιψω 14 υποταγησονται U+05D0c. ᵃ 15 φανου- μαι] φανησομαι C 16 συνβιωσις 17 αθανασια εστιν BᵃU+05D0AC | εν συγγενεια (συγγενια U+05D0A συνγενια C)] om εν U+05D0* (hab U+05D0c.a) 18 φιλιαυτης A | τερψις] τρεψις C |αγαθη] γαθη sup ras Aᵃ | πλουτος] τερψις U+05D0* (πλ. U+05D0c. ᵃ) | ανεκλειπης A | συνγυμνασια (συγγ. Bᵃᵇ)] γυμνασα C | σμιλια A | φρονησεις A | ευκλεια] ευκλεης AC | λαβω] αγαγω U+05D0)
619
  1. μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον.