Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο,
  2. ὑπηρετοῦσα ταῖς ἰδίαις ἐπιταγαῖς,
  3. ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς.
  1. ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη,
  2. ἐκ δὲ προυφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη,
  3. ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος,
  4. καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου·
  1. δι᾿ οὖ πανεθνεὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρί,
  2. θεωρήσαντες θαυμαστὰ τέρατα.
  1. ὡς γὰρ ἵπποι ἐνεμήθησαν
  2. καὶ ὡς ἀμνοὶ διεσκίρτησαν,
  3. αἰνοῦντές σε, Κύριε, τὸν ῥυόμενον αὐτούς·
[*](24 μεγαλωσυνη] pr η U+05D0c.ᵃ 25 ολεθρευων AC | om δε U+05D0* (hab U+05D0c.ᵃ ) | U+05D0AC εφοβηθη U+05D0c.ᵃA | οργης] + σου U+05D0 ΧΙΧ 1 ασεβεσι A 2 επε- στρεψαντες U+05D0* (επιστρ. U+05D0¹⁽ᵛⁱᵈ)) επιτρ. U+05D0c.ᵃA 3 om ανοιας U+05D0* (hab U+05D0c.ᵃ) 4 περας] pr το AC | αμνηστειαν B* (-πιαν Bᵇ) | ενεβαλεν] εβαλεν C | λιπουσαν U+05D0 ειπουσαν A* (λειπ. A¹) | προσαναπληρωσωσι BᵇA (σῑl) προσαναπληρωσουσιν U+05D0 5 οδοιπορειαν B* (-ριαν Bᵇ) | περαση BᵃᵇA | ευρωσιν U+05D0 6 γενει] adnot ταχι U+05D0c.ᵃ | ιδιαις] σαις U+05D0A | αβλαβις U+05D0* (-βεις U+05D0c.ᵃ ) 7 τη την π. τκιαζουση A | δε] γαρ U+05D0c.ᵃ | εθεωρηθη BU+05D0c.ᵃC] εθεωρειτο U+05D0*A (-ροιτο) | εξ] pr U+05D0c.ᵃ 8 δι η U+05D0* (δι ου U+05D0¹) | πανεθνει] παν εθνος Bᵃᵇ U+05D0* (πανεθνι U+05D0c.ᵃ) | θεωρησαντας A 9 διε........ C | ρυσαμενον AC)
642
[*](Β)
  1. ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν,
  2. πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα,
  3. ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων.