Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐφʼ ὑστέρῳ δὲ εἶδον καὶ νέαν γένεσιν ὀρνέων,
  2. ὅτε ἐπιθυμίᾳ προαχθέντες ἠτήσαντο ἐδέσματα τρυφῆς·
  1. εἰς γὰρ παραμυθίαν ἀνέβη αὐτοῖς ἀπὸ θαλάσσης
  2. ὀρτυγομήτρα.
  1. καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον,
  2. οὐκ ἄνευ τῶν γεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν·
  3. δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις,
  4. (¹³)καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν.
  1. οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας,
  2. οὗτοι δὲ εὐεργέτας ξενους ἐδουλοῦντο.
  1. καὶ οὐ μόνον, ἀλλ᾿ ἦ τις ἐπισκοπὴ ἔσται αὐτῶν,
  2. ἐπεὶ ἀπεχθῶς προσεδέχοντο τοὺς ἀλλοτρίους·