Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη·
  2. προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα,
  1. ὅτι αὐτοὶ ἐπιστρέψαντες τοῦ ἀπεῖναι
  2. καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτούς,
  3. διώξουσιν μεταμεληθέντες.
  1. ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη
  2. καὶ προσοδυρόμενοι τάφοις νεκρῶν,
  3. ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας,
  4. καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς φυγάδας ἐδίωκον.
  1. εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο πέρας ἀνάγκη,
  2. καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν,
  3. ἵνα τὴν λείπουσαυ ταῖς βασάνοις προσαναπληρῶσαωσιν κόλασιν,
  1. καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ,
  2. ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον.