Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὔτε γὰρ ἦν ἀπʼ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται·
  1. κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς κόσμον.
  2. καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη.
[*](XIV 1 πλοιου] ξυλου A 3 κυμασιν U+05D0A 4 εκ παντος δυνασαι U+05D0 δ. U+05D0A εκ παντων A | om ινα U+05D0c.a | καν] και A 5 om σου U+05D0 6 απελιπεν] υπελιπεν U+05D0* (απ. U+05D0c.a) απελειπεν A | τω αιωνι] om τω Bᵃᵇ A 8 το χ. δε] το δε χ. U+05D0 | οτι] και U+05D0* (οτι U+05D0c.a) | ηργαζετο] ειργαζετο Bᵇ ηργαζενητο U+05D0* (ηργαζετο U+05D0?) 9 ασεβια U+05D0 11 om και 1⁰ U+05D0 | εις] incep εν U+05D0* (εις U+05D01c.c) 12 πορνιας U+05D0 | αυτων] αυτω U+05D0 14 γαρ] δε U+05D0c.a | εισηλθεν] pr θανατος U+05D0* (improb θ.U+05D0c.a) A | κοσμον] pr τον U+05D0A | τελος] pr το A)
630
[*](B)
  1. ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ
  2. τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας
  3. τὸν τότε νεκρὸν ἄνθρωπον νῦν ὡς θεὸν ἐτίμησεν,
  4. καὶ παρέδωκεν τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς·
  1. εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη,
  2. καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά·
  1. οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι διὰ τὸ μακρὰν
  2. οἰκεῖν,
  3. τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι,
  4. ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν,
  5. ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσιν διὰ τῆς σπουδῆς.
  1. εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας
  2. ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία.
  1. §C §19ὁ μὲν γὰρ τάχα κρατοῦντι βουλόμενος ἀρέσαι
  2. ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον·
  1. τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας
  2. τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα
  3. ἐλογισαντο.
  1. καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον,
  2. ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι
  3. τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν.
  1. Εἶτ᾿ οὐκ ἤρκεσεν τὸ πλανᾶσθαι περὶ τὴν τοῦ θεοῦ γνῶσιν,
  2. ἀλλὰ καὶ μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ
  3. τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν.
  1. ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια
  2. ἢ ἐμμανεῖς ἐξάλλων θεσμῶν κώμους ἄγοντες,
  1. οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν,
  2. ἕτερος δʼ ἕτερον ἢ λοχῶν ἀναιρεῖ, ἢ νοθεύαων ὀδυνᾶ.
  1. πάντα δʼ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος, κλοπὴ καὶ δόλος,
  2. φθορά, ἀπιστία, τάραχος. ἐπιορκία,
  3. [*](U+05D0AC)[*](15 τοτε] ποτε A | ετιμησαν B | τελευτας A* (ras υ A?) 16 ειτα] ειτ A | εθος] εθνος U+05D0* (ras ν U+05D0?) | νομον U+05D0* (νομος U+05D01c.a) 17 ως παροντα τον αποντα U+05D0 | κολακευωσι κολακευσωσιν A | της σπουδης] om της A 18 θρη- σκιας U+05D0A 19 οι μεν U+05D0* (ras ι U+05D0?) | κρατουντι] pr τω B (Mai) 20 ευ- χαρες AC 21 ενεδρα U+05D0* (-δρον U+05D0c.a) | περιεθεσαν] περιεθηκαν U+05D0c.a C 22 ειτα Bᵃᵇ | ηρκεσεν] +αυτοις Aa | το πλανασθαι] om το U+05D0 | μεγαλω] μεγαλως U+05D0* εν μεγαλω U+05D0c.aAC | αγνοιας] incep ανν A* vid 24 δ] δε U+05D0AC | λοχων] λοχευων U+05D0c.a 25 δ] δε U+05D0A | επιμιξ εχει] επιμιξιν εχει U+05D0* επιμιξιαν U+05D0c.a | εφιορκια C)
    631
  4. θ6ορυβος ἀγαθῶν,
  1. χάριτος ἀμνησία,
  2. ψυχῶν μιασμός, γενέσεως ἐναλλαγή,
  3. γάμων ἀταξία, μοιχεία καὶ ἀσέλγεια.
  1. ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία
  2. παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν·
  1. ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν, ἢ προφητεύουσιν ψευδῆ.
  2. ἢ ζῶσιν ἀδίκως, ἢ ἐπιορκοῦσιν ταχέως·
  1. ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις
  2. — κακῶς ὀμόσαντες ἀδικηθῆναι οὐ προσδέχονται.
  1. ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια,
  2. ὅτι κακῶς ἐφρόνησαν περὶ θεοῦ προσχόντες εἰδώλοις,
  3. καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος.
  1. οὐ γὰρ ἡ τῶν ὀμνυμένων δύναμις,
  2. ἀλλ᾿ ἡ τῶν ἁμαρτανόντων δίκη
  3. ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν