Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Σὺ δὲ ὁ θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθής,
  2. μακρόθυμος καὶ ἐλέει διοικῶν τὰ πάντα.
  1. καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος·
  2. οὐχ ἁμαρτησόμεθα, εἰδότες ὅτι σοὶ λελογίσμεθα.
  1. τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη,
  2. καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀθανασίας.
  1. οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια,
  2. οὐδὲ σκιαγράφων πόνος ἄκαρπος,
  3. εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις·
  1. ὧν ὄψις ἄφροσιν εἰς ὄνειδος ἔρχεται,
  2. ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.
  1. κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων
  2. καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦυτες καὶ οἱ σεβόμενοι.
[*](26 αμνηστια U+05D0c.aAC | μοιχια U+05D0 | ασελγια U+05D0A 27 ανυωνυμων U+05D0* U+05D0AC (improb υ postea ras U+05D0?) | θοησκια U+05D0A 28 εφιορκουσιν A 29 σαντες C 30 αυτους] αυτου C | δικαια BU+05D0c.a (δικια U+05D0*) AaC] α (U+05D0) A* | οτι]) + και U+05D0* (om και U+05D0c.a) | προσχοντες] προσεχοντες U+05D0AC 31 om η 1° U+05D0* (hab U+05D0c.a) | ομνυομενων C XV 1 ελεει] ελεημων 2 αμαρτανωμεν U+05D0* (-τωμεν U+05D0c.a) | κρατος] κριμα U+05D0* (κρατ. U+05D0c.a) | αμαρτ μεθα] +δε BᵃᵇU+05D0AC 3 ειδεναι] pr το U+05D0c.a 4 σκιογραφων U+05D0c.a | νωθεν U+05D0* (σπιλ. U+05D0c.a) | διηλλαγμενοι U+05D0* (-νοις U+05D0c.a) 5 οψις] pr η U+05D0 αφροσιν] αφρονι U+05D0* A* ᵛⁱᵈ (-σιν U+05D0c.a Aᵃ) | ονειδος] ορεξιν U+05D0AC | εικονας απνουν] αγνουν A)
632
[*](B)
  1. Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίων ἐπίμοχθον
  2. πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἕκαστου·
  3. ἀλλʼ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο
  4. τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη
  5. τά τε ἐναντία, πάνθʼ ὁμοίως·
  6. τούτων δέ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις,
  7. κριτὴς ὁ πηλουργός·
  1. καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ,
  2. ὃς πρὸ μικροῦ ἐκ γῆς γενηθεὶς
  3. μετʼ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμφθη.
  4. τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.
  1. ἀλλ᾿ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν,
  2. οὐδʼ ὅτι βραχυτελῆ βίον ἔχει.
  3. ἀλλʼ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις.
  4. χαλκοπλάστας τε μιμεῖται,
  5. καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.
  1. σ ποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ,
  2. πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ,
  1. ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν
  2. καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῖσαν
  3. καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν·
  1. ἀλλ᾿ ἐλογίσατο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν
  2. καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ,
  3. δεῖν γάρ φησιν ὅθεν δὴ κἂν ἐκ κακοῦ πορίζειν.
  1. οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει,
  2. ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
  1. πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπέρ ψυχὴν νηπίου,
  2. οἱ ἐχθροὶ τοῦ λαοῦ σου οἱ καταδυναστεύσαντες αὐτόν.
[*](U+05D0AC)[*](7 om θλίβων C | επιμοχθον] θον sup ras Bab εμιμουθον C | εκαστον] pr εν U+05D0AC | αλλ...ανεπλασατο] pr asterisc U+05D0c.a | om τα τε εν. πανθ ομοιως C | πανθ] παντα U+05D0A | ετερου] ετερων U+05D0* (-ρου U+05D0c.a) εκατερου AC (-τερουν) | η χρησις] om η U+05D0* (hab U+05D0c.a postea ras) 8 πλασσει εκ του αυτου πηλου A | γεννηθεις U+05D0 (-θις) A | πορευσεται C 9 αντερειδεται (αντεριδ. U+05D0)] εντερι- δειται E | πλασσει] πρασσει C 10 ευτελεστερα] ευ|τερα U+05D0* (ευτελ. U+05D0c.a) 11 πλασαντα] ποιησαντα AC | ψυχην] pr εις C | εμφυσησαντα (ενφ. U+05D0)] +αυτω BU+05D0c.aC*vid (ras Cᵃ) 12 αλλ] αλλα A | ελογισαντο BabU+05D0* (-σατο U+05D0c.a) AC | δειν] adnot δειν γάρ φησι πόθεν δει κἂν εκ κακου ποριζῃ Bᵇᵐᵍsup | φασιν AC | om οθεν δη U+05D0 | καν] και A om C 13 ευθραστα U+05D0AC 14 παντες] παντων AC | αφρονεστεροι U+05D0C | ψυχας νηπιων AC | οι καταδυν.] om οι BᵃᵇU+05D0* (hab U+05D0c.a) C | αυτον] αυτων U+05D0c.a)
633
  1. ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς,
  2. οἶς οὔτε ὀμμάτων χρῆσις εἰς ὄρασιν,
  3. οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος,
  4. οδτε ὤτα ἀκούειν,
  5. οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν,
  6. καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
  1. ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς,
  2. καὶ τὸ πνεῦμα δεδανισμένος ἔπλασεν αὐτούς·
  3. οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν·
  1. θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις·
  2. κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ,
  3. ὧν αὐτὸς μέν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
  1. Καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται·
  2. ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα.
  1. οὐδ᾿ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει,
  2. ἐκπέφευγεν δέ καὶ τὸν τοῦ θεοῦ ἔπαινον κοίτὴν εὐλογίαν οὐ