Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον,
  2. ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός,
  3. λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ,
  4. καὶ ἐμπειρίᾳ ἀνέσεως ἐτύπωσεν αὐτό,
  5. ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου,
  1. ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτό,
  2. καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ,
  3. καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας,
  1. καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα,
  2. ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ.
  1. ἵνα μέν οὗν μὴ καταπέσῃ προενόησεν αὐτοῦ,
  2. εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι,
  3. καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας.
  1. περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος
  2. οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν·
  3. καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλεῖται,
  1. περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ,
  2. περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει,
  3. περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον,
  1. περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας
  2. τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.
[*](U+05D0A)[*](10 εμμελετηματα U+05D0c.a 11 φλυον B* (φλοιον Bᵃ?ᵇ) | ευτρεπως 12 απο- βληματα] υπολιμματα A | ετοιμασιαν] υπηρεσιαν A | αναλωσεως 13 συθεν] ουδε| A | συμπεφυκως U+05D0* (-κος U+05D0c.a) | λαβων] ιαβων U+05D0* (λ. U+05D0c.a(vid c.c) | om εν U+05D0Α | αργιας] εργασιας U+05D0c.aA | ανεσεως] συνεσεως U+05D0c.a | απεικασεν] + τε A 14 ωμοιωσεν] αφωμοιωσεν | ερυθηνας BU+05D0c.a] ερυθημα U+05D0* ερυθηνος A | χροαν B*U+05D0c.a] χροας BᵃᵇU+05D0* | καταχρισας] +γη U+05D0c.a c.c 15 om αυτου U+05D0 17 προσευχομενος] ευχομενος U+05D0 | υγειας (-γιας B* U+05D0)] υγιειας BavidA 18 επι- κουριας] εμπειριας (εμπε sup ras) U+05D0¹ (επεικουριας U+05D0c.a) | om ικετευει U+05D0 | οδοι- ποριας] ποριας U+05D0* (οδ, U+05D0c.a) 19 περι] pr και U+05D0 | om δε U+05D0c.a | om και 2° | αδρανεστατον (αδραδ. A)] αδρανες U+05D0* (-νεστατον U+05D0c.a) | ευδρανειαν] αδρανιαν U+05D0* (ευδρανιαν U+05D0c.a) | αιτειται] επικαλειται U+05D0* (αιτ, U+05D0c.a))
629
  1. Πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν
  2. [*](Β)
  3. κύματα
  4. τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται.
  1. ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν,
  2. τεχνῖτις δὲ σοφία κατεσκεύασεν·
  1. ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια,
  2. ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν
  3. καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ,
  1. δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν,
  2. ἴνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ.
  1. θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα·
  2. διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχάς.
  3. καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.
  1. καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων,
  2. ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα
  3. ἀπέλιπεν τῷ αἰῶνι σπέρμα γενέσεως, τῇ σῇ κυβερνηθεῖσα
  1. εὐλόγηται γὰρ ξύλον δι᾿ οὗ γίνεται δικαιοσύνη·
  1. τὸ χειροποίητον δέ, ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό,
  2. ὅτι ὁ μὲν ἠργάζετο, τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη.
  1. ἐν ἴσῳ γὰρ μισητὰ θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ·
  1. καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.
  1. διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται,
  2. ὅτι ἐν κτίσματι θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν
  3. καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων
  4. καὶ εἰς παγίδα ποσὶν ἀφρόνων.
  1. Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων, εὑρέσεις δὲ αὐτῶν φθορὰ
  2. ξωῆς.