Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστίν σοι πάντοτε,
  2. καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται;
  1. ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου,
  2. καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.
  1. ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι,
  2. καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.
  1. ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν
  2. ἐποησας,
  3. οὐδέ γὰρ ἂν μισῶν τι κατεσκεύασας.
  1. πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας,
  2. ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη;
  1. φείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, Δέσποτα φιλόψυχε.
  1. τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν.
  1. διὸ τοὺς παραπίπτοντας κατʼ ὀλίγον ἐλέγχεις,
  2. καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς,
  3. ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, Κύριε.
  1. Καὶ γὰρ τοὺς παλαιοὺς οἰκήτορας τῆς ἁγίας σου γῆς
  1. μισήσας ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν
  2. καὶ τελετὰς ἀνοσίους,
  1. τέκνων τε φονέας ἀνελεήμονας,
  2. καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοίναν καὶ αἵματος,
  3. [*](U+05D0AC)[*](18 βρομον U+05D0AC | λιχμωμενους A | πινθηρας U+05D0* (σπ. U+05D0c.a) 19 εδυναι A | συνεκτριψαι] εκτριψαι U+05D0c.aAC 20 ενι] pr εν C | om δικης U+05D0* (ha U+05D0c.a) | om σου C | om και σταθμω 21 σοι παρεστν BᵃU+05D0AC | σου τις ουθεις C 22 πλαστιγγων] παστ. B* (πλ Bᵃᵇ) πλαστιγων U+05D0 | εναντιον κατενα|τιον C | ορθινη C | γην] γης U+05D0c.a C 24 ουδενα A 25 δε] γα C | εμεινεν] διεμεινεν U+05D0C | αν τι]| pr εν (? εναντι) U+05D0* improb εν U+05D0? αν τις C κληθεν] κλη[θη]ναι Cvid 26 εστιν] + παντα ACvid XII 1 πασιν απασο| U+05D0 2 υπομνησκων C | κακιας] + αωτου (imbrob αυτου U+05D0c.a) πιστευσωσιν] om U+05D0* (hab U+05D0c.a) πιστευσωμεν A 3 παλαιους] παλαι U+05D0 4 φαρμακιων U+05D0 φαρμακιας C | ανοσιων C 5 φρονεας C | σαρκων] σαρκο C | και αιματος c seqq coniung U+05D0)
    625
  4. ἐκ μέσου μύστας θιάσου,
[*](B)
  1. καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων,
  2. ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν,
  1. ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων
  2. ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
  1. ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω,
  2. ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας,
  3. ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν·
  1. οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι,
  2. ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρῖψαι
  1. κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, ¶ ¶C
  2. οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν
  3. καὶ ἔμφυτος ἡ κακία αὐτῶν,
  4. καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα,
  1. σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς·
  2. οὐδὲ εὐλαβούμενός τινα ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
  1. τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;
  2. τίς δὲ ἐκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας;
  3. ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν-
  4. θρώπων;
  1. οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων,
  2. ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας·
  1. οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν
  2. ἐκόλασας.