Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου.
  1. διώδευσαν ἔρημον ἀοίκητον,
  2. καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·
  1. ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς.
  1. ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε,
  2. καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ,
  3. καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.
  1. δι᾿ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν,
  2. [*](U+05D0AC)[*](14 αυτου] αυτον U+05D0c.a C 15 ερυσατο AC 16 ανεστη U+05D0* (αντεστη U+05D0c.a) | βασιλευς U+05D0 βασιλευσι AC 17 μισθον οσιοις A | αυτων] αυτου U+05D0* (-των U+05D0c.a) C |φλογας U+05D0 |αστερων U+05D0c.aAC 18 θαλασσαν] pr εις U+05D0C| δι] δια U+05D0 19 αυ- των] αυτου C | κατεκλυσεν] κατεπαυσε| U+05D0* (κατεκλ. U+05D0c.a) κατεκλυσα| A | εκ βαθους] εκ θαμβους U+05D0* (εκ β. U+05D0c.a) | om αβυσσου U+05D0 | ανεβρασεν] αβρασεν U+05D0* (ανεβρ. U+05D0¹) διεβιβασεν C | αυτους] +εισηλθεν εις ψυχην θεραποντος κυ)| και αντεστηβασιλευσιν φοβε|ροις εν τερασιν και σημιοις| U+05D0* (unc incl U+05D0c.a) 20 τε δε C | χειραν U+05D0C 21 εθηκε C XI 1 ευωδωσεν Bᵃᵇ | αυτων] αυτου A | προφητων αγιων A 3 εχθρους ημυναντο BaU+05D0AC)
    623
  3. (⁶)διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.
[*](B)
  1. ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ
  2. αἵματι λυθρώδει ταραχθέντες
  1. εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος,
  1. ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως, 8 δείξας
  2. διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.
  1. ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι,
  2. ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·
  1. τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας,
  2. ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.
  1. καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·
  1. διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη
  2. καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν.
  1. ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων
  2. εὐεργετουμένους αὐτούς, ᾔσθοντο τοῦ κυρίου.
  1. τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες·
  2. ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν,
  3. οὐχ ὅμοια δικαίοις διψήσαντες.
  1. ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν,
  2. ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα
  3. εὐτελῆ,
  4. ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν,
  1. ἵνα γνῶσιν ὅτι δι᾿ ὧν τις ἁμαρτάνει, διὰ τούτων
  2. κολάζεται.
  1. οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ
  2. καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης
  3. ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας.
  1. ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους,
  2. ἤτοι πυρπνόον φυσῶντας ἆσθμα,
  3. [*](6 πηγας C | αεναου] εναου C | ταραχθεντος U+05D0A 8 δειξας c seqq U+05D0ΑC coniung A | του υπεν. B | εκολασας] κολασας U+05D0* (εκολ. U+05D0c.a) εκαλεσας C 9 ελεει] ε||ει U+05D0* (ελεει U+05D0c.a) | εν οργη] μετ οργης U+05D0C 10 εξητασας] εξη- τησας C 12 παρελθοντων U+05D0A 13 ευεργετημενους U+05D0AC | του κυ] σου κε U+05D0c.a 14 τον] ον A | εκθεσει] εχθεσει U+05D0AC σι) | παλαι ριφεντα] om παλαι U+05D0c.a ριφ. παλαι ανον C | απειπον χλευαζοντες] απειπαν χλ. U+05D0c.a απει- ποντες εχλευαζον C | εθαυμαζον A | δικαιοις] pr τοις 15 εθρησκευον] εθνησκευον U+05D0* (εθρ. U+05D0c.a) | κνωδαλα] adnot θηρια μικρα λεπτα B? mg κλωδαλα (δαλα sup ras) Aa 16 κολαζεται] pr και U+05D0 17 και] pr η U+05D0c.a | επι- πεμψαι] επιμεμψαι C 18 νεοκτιστου AC* (-τους Ca) | θυμους U+05D0 | πλη- ρης U+05D0 | θηρας αγνωστους] θρασυγνωστους U+05D0* (θηρας αγν. U+05D0c.a) | πυρπνεον U+05D0 | ασθμα] θμα non inst Bb vid)
    624
    [*](B)
  4. ἢ βρόμους λικμωμένους καπνοῦ,
  5. ἢ δεινοὺς ἀπʼ ὀμμάτων σπινθῆρας ἀστράπτοντας,
  1. ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς,
  2. ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι.
  1. καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο
  2. ὑπὸ τῆς δίκης διωχθέντες,
  3. καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου·
  4. ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας.