Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων
  2. τοῦ κυρὰυ·
  3. ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεἰται.
[*](U+05D0Α)[*](21 θυκ...ληθην] ου ληθην εποιησω της αμαρτιας μου A | αμαρτας] ανομιας A | νυν U+05D0* νυνι U+05D0?) VIII 1 Σαυχιτης U+05D0A 2 om ταυτα U+05D0* haᵇ U+05D0?cante c.a) 4 αα υιοι]ι om οι U+05D0Α | χερι]ι χερσν U+05D0 | ανομιας] τη ατο- μιαν A 6 αληθνος + ει A | σου επακουσεται A 8 γαρ] δε om A 9 γαρ 2⁰] δε A | ο βιος επι της γης A 10 διδαξουσν] ρηι ματαα A | αταγγελουσιν] +σοι σσεαιν σοφιας A | εξαξοοσν] σε διδαξουσα A. 12 om ετι ον...θερσθη U+05D0* (hah U+05D0c.a) | πασον βοτανην A | ουχι]| εαν δε μη πιη A 13 κνρων] θν A | απεψων U+05D0* (βονς U+05D0c.a) | απολειταιl ολει- ται Α)
535
  1. ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος,
  2. [*](B)
  3. ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
  1. ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ·
  2. ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·
  1. ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου,
  2. καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῤάδαμνος αὐτοῦ ἐξελεύσεται.
  1. ἐπὶ συναγωγὴν λίθων κοιμᾶται,
  2. ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
  1. ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν·
  2. οὐχ ἑόρακας τοιαῦτα.
  1. ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη,
  2. ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει
  1. ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον,
  2. πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
  1. ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος,
  2. τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
  1. οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην.
  2. δἰαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται
  1. ῾γπολαβὼν δὲ Ἰὼβ λέγει
  1. Ἐπ᾿ ἀληθεἰς οἶδα ὅτι οὕτως ἐστίν.
  2. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
  1. ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ,
  2. οὐ μὴ ὑπακούσῃ αὐτῷ,
  3. ἳνα μὴ ἀντείπῃ πρὸς ἔνα λόγον αὐτοῦ ἐκ χιλίων.
  1. σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας·
  2. τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
  1. ὁ παλαιῶν ὄρη, οὐκ οἴδασιν,
  2. ὁ καταστρέφων αὐτὰ ὀργῇ·