Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων,
- οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·
536
[*](B)- ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει,
- κατὰ δὲ ἄστρων κατασφραγίζει,
- κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν,
- ὁ τανύσας τὸν οὐρανὸν μόνος,
- περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·
- ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα
- Νότου·
- ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
- ἔνδοξά τε καὶ ἐξαίσια, ὦν οὐκ ἔστιν ἀριθμός.
- ἐὸν ὑπερβῇ με. οὐ μὴ ἴδω·
- καὶ ἐὰν παρέλθῃ με, οὐδʼ ὣς ἔγνων.
- ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψεις
- ἤ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
- αὐτὸς γὰρ ἀπέστραπται ὀργήν,
- ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.
- ἐὸν δέ μου ὑπακούσεται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
- ἐὰν γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου,
- τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
- ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ,
- οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.
- μὴ γνόφῳ με ἐκτρίψῃς
- πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.
- οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι,
- ἐνέπλησεν δέ με πικρίας.
- ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ
- τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;
- ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει·
- ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.