Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μὴ ἰρχὺς λἰθων ἡ ἰσχύς μους;
- ἢ αἱ σάρκες μού εἰσιν χαλκεῖαι;
- ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθεν·;
- βοήθεα δὲ ἀπʼ ἐμοῦ ἄπεστιν.
- ἀπείπατό με ἔλεος,
- ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέν με.
- οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσσερ χειμάρρους ἐκλείπων.
- ἢ ὥσπερ κῦμα παρῆλθόν με·
- οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν
- ἢ κρύσταλλος πεπηγώς·
- καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν·
- οὓτως κἀγὼ κατελείφθην ὑπὸ πάντων,
- ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
- ἴδετε ὁδοὺς Θαιμανῶν.
- ἀτραποὐς Σαβῶν οἱ διορῶντες·
- καὶ αἰσχύνην ὀφειλήσουσιμν
- οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
- ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως.
- ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
- τί γάρ; μή τι ὑμᾶς ἤτησα.
- ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι, ²³ὥστε σῶσαί με ἐξ
- ἐχθρῶν,
- ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
- διδάξατέ με. ἐγὼ δὲ κωφεύσω·
- εἰ τι πεπλάνημαι, φράσατέ μοι.
532
[*](B)- ἀλλ᾿ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα,
- οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι
- οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει,
- οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
- πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε,
- ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
- νυνὶ δὲ εἰσβλέψας εἰς πρόσανπα ὑμῶν οὐ ψεύσομαι.