Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καθίσατε δὴ καὶ μὴ εἲη ἄδικον,
  2. καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
  1. οὐ γάρ ἐστν ἐν γλώσσῃ μου ἄδικον·
  2. ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;
  1. πότερον οὐχὶ πειρατήριόυ ἐστιν ὁ βἰος ἀνθρώπου ἐπὶ τῆς γῆς,
  2. καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
  1. ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς
  2. σκιᾶς,
  3. ἢ ὤσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
  1. οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς,
  2. νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
  1. ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα;
  2. ὧς δʼ ἂν ἀναστῶ, πάλιν Πότε ἐσπέρας
  3. πλήρης δέ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.
  1. φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων,
  2. τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
  1. ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος λαλιᾶς,
  2. ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
  1. μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωή,
  2. [*](¶ C)
  3. καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.¶
  1. οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με·
  2. [*](U+05D0ΑC)[*](25 αληθινου] pr ανδρος A | ισχυν] pr ρημα ουδε A 26 ρημασιν με] τα | ρηματα μου A | om γαρ A | υμων φθεγμα ρηματος] φθεγματος ρηματος ρηματος | υμων A* (ras τος ρημα (20) A?) | φθεγματο (?φθεγμα το) U+05D0* (improb το U+05D01 ) | 27 om επ A 28 εισβλεψας] εμβλεψας A 29 αδνκον] + εν κρισιU+05D0c.a) (postea | ras) A | συνερχεσθε] +νυν αρξασθαι U+05D0c.a ᵛⁱᵈ (postea ras) 30 ου γαρ.. αδιπον] ου γαρ εστιν αδικον εν γλωσση μου A (ου γαρ ει α. sup ras pl litt Aa) | η ο λαρυγξ μου ουχι] inter η et ο superscr ουχι U+05D0c.a sod ipse postea del: ) ουχι δε και ο λαρ. μου A VII 1 ουχι] seq β in U+05D0* (improb β U+05D01) | ανθρωπου] pr του U+05D0 | μισθου A 2 τετευχως] τετυχηκως A 3 καγω| και εγω A | κενους] καινους U+05D0AC 4 πληρεις B | απο] αφ AC 5 ξυων] ξεων AC 6 ελαφροτερος BᵃᵇU+05D0c.a AC | λαλας] δρομεως U+05D0c.a (postea restit λαλ) A | κενη] κασνη U+05D0C 7 ουν] δε A | οφθαλμιος] pr ο U+05D0AC 8 ου περιβλεψεται] ου κατενοι A | με 1⁰] μοι A | οφθαλμος] pr ο A)
    533
  3. oἱ ὀφθαλμοοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί,
[*](Β)
  1. ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ.
  2. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅ δην, οὐκ ἔτι μὴ ἀναβῇ,
  1. οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον,
  2. οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
  1. ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου.
  2. λαλήσω ἐν ἀνάγκῃ ὤν,
  3. ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
  1. πότερον θάλασσά εἰμι ἢ δράκων,
  2. ὅτι κατέταξας ἐπʼ ἐμέ φυλακήν
  1. εἶπα ὅτι Μαρακαλέσει με ἡ κλίνη μου.
  2. ἀνοίσω δέ πρὸς ἐμαυτὸν ἰδἰᾳ λόγον τῇ κοίτῃ μου·
  1. ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασίν με καταπλήσσεις.
  2. ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου.
  3. ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
  1. οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἴνα μακροθυμήσω-
  2. ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βἰος.