Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου,
  2. Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,
  1. τὸν ποιοῦντα μεγάλα καὶ ἀυεξιχνίὼμσπα,
  2. ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀρθμός·
  1. τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν,
  2. ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανόν·
[*](U+05D0A)[*](19 ων] ου A | εσμεν εκ του αυτου πηλου A 20 om και A | μεχρι (ωεχρις Bᵃᵇ)] εως U+05D0A | ουκ ετι]| pr και A | παρα] pr και A 21 αυτοις] αυτους U+05D0* (-τοις U+05D0c.a) | εξηρανθησαν] ετελευτησαν A | απωλοντο...σοφιαν] και παρα το μη εχειν αυτους σοφιαν απωλοντο A | αυτους] αυτηοις U+05D0c.a V 1 σοι] σου A | υπακουσεται] εισακουσετε A | αγιωων αγγειων U+05D0Α 3 εο- ρακα U+05D0Α | ευθεως] ευθυς A | η διαιτα ουτων εβρωθη A 4 γενοιντο] εγε- νοντο A | ουτων] αυτου A | κολαβρισθειησαν BᵇU+05D0 (.θιησαν) κολαβρεισθειησαν B* σκολαβρισθιησαν A | εξαιρουμενος] pr ο U+05D0 5 συνηγαγον] εθερισαν A | εξαιρετοι εσονται] εξερεθησονται A | εκσιφωνισθειη (εκσειφων, B*U+05D0 εκσφον. Bᵇᵛⁱᵈ εξιφων. A)] pr και A 6 της γης] om της A 7 γενοαται κοπω] εν κοπω γενναται A | γυπων U+05D0c.a A U+05D0 αλλα] αλλ U+05D0A | παντων δεσποτην] παντοκρατορα A 10 την γην] της γης A | αποστελλοντα] pr τον A)
529
  1. τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος,
  2. καὶ ἀπολωλότας ἐξεγείροντα·
  1. διαλλάσσοντα βουλὰς πανούργων,
  2. καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
  1. ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει.
  2. βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
  1. ἡμέρας συναντήσεται αὐτοῖς σκότος,
  2. τὸ δέ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί
  1. ἀπόλοιντο δὲ ἐν πολέμῳ,
  2. ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
  1. εἴη δὲ ἀδυνάτῳ ἐλπίς,
  2. ἀδίκου δὲ στόμα ἐμφραχθείη.
  1. μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος·
  2. νουθέτημα δέ Παντοκράτορος μὴ ἀπαναίνου.
  1. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν·
  2. ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
  1. ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται,
  2. ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
  1. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου,
  2. ἐν πολέμῳ δέ ἐκ χειρὸς σιδήρου λύσει σε.
  1. ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
  2. καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
  1. ἀοίκων καὶ ἀνόμων καταγελάσῃ,
  2. ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
  1. θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
  1. εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος,
  2. ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
[*](12 διαλλασσοντα] pr τον A 13 φρονησει] ουτων A | βουλην] U+05D0Α ουλας A | πολυπλοκων] πολυτροπων U+05D0* (-πλοκων U+05D0c.a) 14 ημερας] εν ρα A | αυτοις συναντησεται A | σκοτος sup ras B¹fort | ψηλαφησια) A δυναστου] υ 2⁰ sup ras U+05D0¹ 16 ειη δε] και ειη A | αδικου δε] και αδικου ενφραχθιη U+05D0 17 ο κυριος] + επι της γης U+05D0c.a α (postea ras) A 18 εποι- ν] παταξει A | ιασαντο] ιασονται A 19 εξελειται σε A | ου μη σου ηται U+05D0 ουχ αψε εται σου A 20 εν πολεμω δε] και εν πολ. A | λυσει] σεται A 21 κρυψει σε A | ου μη φοβηθης] ου φοβηθηση A | ερχομενων] ερχομενων U+05D0 +και ου φοβηθησῃ απο ταλαιπωριας] οτι ελευσεται ταλαι- ρια A 22 αγριων] +της γης A | ου μη φοβηθης] ου φοβηθησῃ A ιρηνευσουσι U+05D0 | σοι] +οτι μετα των λιθων του αγρου η διαθηκη σου και τα ρια του αγρου ειρηνευσει σοι και γνωση οτι εν ειρηνη το σπερμα θου| και ισκοπη της ευπρεπιας σου και ου μη αμαρτης (asteriscis adscribtis Aᵃ ?ᵐᵍ) A ειτα] pr asterisc Aᵃ?ᵐᵍ)
530
[*](B)
  1. γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου,
  2. πὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
  1. ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος,
  2. ἣ ὥσπερ θιμονιὰ ἄλωνος καθʼ ὥραν συνκομισθεῖσα.
  1. ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν,
  2. ταῦτά ἐστιν ἃ ἀκηκόαμεν·
  3. [*](§C)
  4. §σὺ δὲ γνῶθι σεαυτῷ εἵ τι ἔπραξας.