Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ὑπολαβὼν δὲ Ἰὼβ λέγει
  1. Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ἀργήν,
  2. τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
  1. καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται·
  2. ἀλλ᾿ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα.
  1. βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν,
  2. ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα,
  3. ὅταν ἄρξωμαι λαλεῖνἵκεντοῦσί με.
  1. τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἡ τὰ σῖτα
  2. ζητῶνς
  3. εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
  1. εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός;
  2. εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
  1. οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὄργή·
  2. βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
  1. εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις,
  2. καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
  1. ἀρξάμενος ὁ κύριος τρωσάταν με,
  2. εἰς τέλος δὲ μή με ἀνελέτω.
  1. εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπʼ αὐτῆς.
  2. οὐ φείσομαι
  3. [*](U+05D0AC)[*](25 γνωση δε] και γνωση A | πανβοτανον U+05D0Α 26 ελευση] απελευση A | καιρον] +αυτου A | θειμωνια U+05D0 | συγκομισθεισα Bᵇ 27 εξιχνιασα U+05D0 (μεν U+05D0c.a | om ει BᵃᵇU+05D0*A (hab U+05D0c.a C); in C pl extersa sunt vel abscissa usque XI 2 | επραξας] εποιησας A VI 2 ει] τι A 3 βαρυτεραι εισιν A 4 σωματι] στοματι U+05D0 | om ουτων A | κεντουσι BU+05D0A (hiat C) 5 φατνης] παθμης U+05D0* (φατν. U+05D0c.a) 6 om ει βρωθησεται...αλος U+05D0* (hab U+05D0c.a) | κενοις] καινοις U+05D0A 7 γαρ 1⁰] δε A | μου παυσασθαι ACᵛⁱᵈ | οργη ψυχη U+05D0c.aA ευχη C | οσμη U+05D0 (οσμην U+05D0c.a) U+05D0 δωῃ 1⁰] δοιη U+05D0c.a (postea restit δωη) | ελθη A | κυριος] θς A 9 om με 1⁰ U+05D0* (hab U+05D0c.a) A | om με 20 U+05D0* (hab U+05D0c.a) 10 μου] μοι A | πολις] η π. μου A | ηλλομην] ελλομην A | επ] απ U+05D0* (επ BᵃU+05D0c.a)) inc stich U+05D0 | ου φεισομαι] ου μη φεισωμαι U+05D0Α (φισ.) ουδεν φισομαι C inc stich AC)
    531
  4. οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
  1. τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω;
  2. ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή
  1. μὴ ἰρχὺς λἰθων ἡ ἰσχύς μους;
  2. ἢ αἱ σάρκες μού εἰσιν χαλκεῖαι;
  1. ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθεν·;
  2. βοήθεα δὲ ἀπʼ ἐμοῦ ἄπεστιν.
  1. ἀπείπατό με ἔλεος,
  2. ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέν με.
  1. οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσσερ χειμάρρους ἐκλείπων.
  2. ἢ ὥσπερ κῦμα παρῆλθόν με·
  1. οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν
  2. ἢ κρύσταλλος πεπηγώς·
  1. καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν·
  1. οὓτως κἀγὼ κατελείφθην ὑπὸ πάντων,
  2. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
  1. ἴδετε ὁδοὺς Θαιμανῶν.
  2. ἀτραποὐς Σαβῶν οἱ διορῶντες·
  1. καὶ αἰσχύνην ὀφειλήσουσιμν
  2. οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.