Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται,
  2. ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
  1. σθένος λέοντος, φωνὴ δὲ λεαίνης,
  2. γαυρίαμα δέ δρακόντων ἐσβέσθη.
  1. μυρμηκολέων ὤλετο· παρὰ τὸ μὴ ἔχειν βοράν,
  2. σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
  1. εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,¶
  2. [*](¶C)
  3. οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν.
  4. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ
  1. φόβος δὲ καὶ ἠχὼ νυκτερινή.
  2. ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,
  1. φρίκη μοι συνήντησεν καὶ τρόμος,
  2. καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεσεν,
  1. καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν,
  2. ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
  1. ἀνέστην, καὶ οὐκ ἐπέγνων·
  2. ἴδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου.
  3. ἀλλ᾿ ἣ αδραν καὶ φωνὴν ἤκουον
  1. Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου
  2. ἣ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
  1. εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
  2. κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν·
  1. τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας,
  2. [*](5 νυν] νυνι AC | συ] +δε U+05D0AC | εσπουδακας A 6 ουχ] ουχι A U+05D0AC |τις] οτι ουδις A | ολορριζοι Bᵇ(viᵈ) U+05D0 ειδον U+05D0C | αροτριουντας C | θερι- ουσιν C | εαυτοις] εν αυτοις A 10 σθενος] δυναμις· ισχυς Bᵃᵐᵍ | καυριαμα εσβεσθη] εσβηθη C 11 βοραν] βορραν AC | ελειπον A | αλληλος C ουδεν A | om σοι A | κακων A | απηντησεν] συνηντησεν μοι A | ποτερον] 4| ουν A | μου] σου A | ους] +μου A | εξαισια] +εξεσιοι γαρ A 13 φοβος ] φοβω BU+05D0* φοβοι A | om δε A 14 φρικη] + δε U+05D0A | διεσεισεν] συν- | ισεν U+05D0Aᵃ? συνεπεσε| A* 16 ανεστην] pr και A | ειδον U+05D0 17 εναν- ον του κυριου]¹ ενοντι κυ U+05D0A 19 τους δε] εα δε τους A)
    528
    [*](B)
  3. ἐξ ὦν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν,
  4. ἔπαισεν αὑτοὺς σητὸς τρόπον.
  1. καὶ ἀπὸ πρωίθεν μέχρι ἑσπέρας οὐκέτι εἰσίν,
  2. παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.
  1. ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν,
  2. ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
  1. ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
  2. ἢ εἲ τινα ἀγγέλων ἁγίων ὄψῃ.
  1. καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή.
  2. πεπλανημένον δὲ θανατοῖ ζῆλος.
  1. ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας.
  2. ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
  1. πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
  2. κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ
  3. ἐξαιρούμενος.
  1. ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιωρι ἔδονται,
  2. αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσσυται·
  3. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
  1. οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος,
  2. οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
  1. ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ,
  2. νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.