Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καθαρά μου ἡ καρδία ῥήμασιν,
  2. σύνεσις δέ χειλέων μου καθαρὰ νοήσει.
  1. πνεῦμα θεῖον τὸ ποιῆσάν με,
  2. πνοὴ δὲ αντοκράτορος ἡ διδάσκουσά με.
  1. ἐὸ δός μοι ἀπόκρισιν πρὸς ταῦτα·
  2. ὑπόμεινον, στῆθι κατʼ ἐμέ καὶ ἐγὼ κατὰ σέ.
  1. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ·
  2. ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.
  1. οὐχ ὁ φόβος μού σε στροβήσει,
  2. οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.
  1. χλὴν εἶπας ἐν ὠσίν μου,
  2. φωνὴν ῥημάτων ἀκήκοα
  1. διότι λέγεις Καθαρός εἰμι, οὐχ ἁμαρτών·
  2. [*](U+05D0AC)[*](17 evan in C 18 γαρ 2⁰] δε A 19 η δε γαστηρ και η γ. A | ζεων] γεμων A | δεδεμενος] δεμενος U+05D0* (δεδ. U+05D0c.a) | φυσητης U+05D0*(-τηρ U+05D0c.a) | ερρηγως] om U+05D0* δεδεμενος και κατερρηγως A 20 τα χειλη] τα σα χ. U+05D0* (σα improb postea ras U+05D0?) +αποκριθω U+05D0c.a + μου A 22 επι- στασαι U+05D0* (- μαι U+05D0c.c) | προσωπον U+05D0A XΧΧΙΙΙ 1 λαλιαν] pr την U+05D0c.aA | om μου 2⁰ A 2 ηνοιξα] pr ο U+05D0* (om U+05D0¹⁽ᵛⁱᵈ)c.a) | μου 1⁰] σου U+05D0* (μου U+05D0¹) post μου 1 lit (ς ut vid) ras U+05D0? 3 ρημασιν] pr εν A | συνεσεις A | om μου 2⁰ U+05D0* (hab U+05D0c.a) | καθαρα νοησει] καθαραν θησι A 5 δυνη] δυνηθης A | προς ταυτα c seq coniung C | στηθι] και στηθει συ A | και εγω) καγω U+05D0C 6 πηλου] + αρ U+05D0* +γαρ U+05D0¹ (om γαρ U+05D0?) | om συ U+05D0 | και εγω] καγω C] | διηρτισμεθα] + πηλου U+05D0c.a (postea ras) A pr πηλου (π. διηρτισμεθα rescr) Cᵃ 7 ουχ] ουχι A | μου 1⁰] σου A* (μ. Aᵃ?) | στροβησει τε A 8 φωνην] + δε U+05D0c.aA ρηματων] + σου U+05D0A 9 ουχ] in ο attig aliq ut vid U+05D0? (postea restit ο) | αμαρτων]? ημαρτον τοις εργοις A)
    581
  3. ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.
[*](B)
  1. μέμψιν δὲ κατʼ ἐμοῦ εὖρεν,
  2. ἥγηται δέ με ὥσπερ ὑπεναντίον·
  1. ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου.
  2. ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς.
  1. πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου
  2. αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.
  1. λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοέν μου πᾶν ῥῆμα
  1. ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος.
  2. ἐν δὲ τῷ δευτέρῳ·
  1. ἐνύπνιον, ἤ ἐν μελέτῃ νυκτερινῇ.
  2. ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων
  3. ἐπὶ κοίτης·
  1. τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων,
  2. ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν.
  1. ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας·
  2. τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο.
  1. ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου,
  2. καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολεμῇ.
  1. πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης.
  2. καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν·
  1. πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι,
  2. καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει·
  1. ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ
  2. κενά.
  1. ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ,
  2. ἥδε ἡ ςωὴ αὐταῦ ν ᾅδῃ·