Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ εἶδεν Ἐλους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν
- ἀνδρῶν,
- καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
- ὑπολαβὼν δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης εἶπεν
- Νεώτερος μέν εὶμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι·
- διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ
- ἐπιστήμην.
- εἶπα δὲ ὅτι Οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν,
- ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασιν σοφίαν·
- ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς,
- πνοὴ δὲ Μαντοκράτορός ἐστιν ἡ διδάσκουσα·
- οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδʼ οἱ γέροντες οἴδασιν κρίμα.
- διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·
- ἐνωτίζεσθέ μου τὰ ῥήματα ὑμῶν ἀκουόντων,
- ἄχρι οὗ ἐτάσητε λόγους.
- καὶ μέχρι ὑμῶν συνήσω·
- καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων,
- ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.
- ἵνα μὴ εἶπητε Εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι·
- ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.
- ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι,
- ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
- ὑπέμεινα, οὐ γὰρ ἐλάλησα·
- ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
580
[*](B)- ῾Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
- Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων,
- ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·
- ἡ δὲ γαστὴρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος,
- ἤ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
- λαλήσω, ἳνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη·
- ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ·
- ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
- οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα·
- εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.
- οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰὼβ, τὰ ῥήματά μου.
- καὶ λαλιὰν ἐνωτίζου μου·
- ἰδοὺ γὰρ ἤνοξα τὸ στόμα μου,
- καὶ ἐλάλησεν ἡ γλῶσσά μου.