Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐὰν ὢσιν χίλιοι ἄγγελοι θανατηφόροι, εἶς αὐτῶν οὐ μὴ τρώσῃ
- αὐτόν.
- ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριρν,
- ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν,
- τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,
- ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον·
- ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου,
- τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·
- ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου,
- ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.
- εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται,
- εἰσελεύσεται δὲ προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ·
- ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.
- εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων Οἶα
- συνετέλουν;
- καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον.
- σῶσον ψυχὴν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν,
- καὶ ἡ ζωή μου φῶς ὄψεται.
- ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς
- ὁδοὺς τρεῖς μετὰ ἀνδρός·
- ἀλλ’ ἐρὔσατο τὴν ψυχήν μου ἐκ θανάτου,
- ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.
- ἐνωτίζου, Ἰὼβ, καὶ ἄκουέ μου·
- κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. [*](U+05D0AC)[*](23 ουτων] pr εξ A | τρωσει C*ᵛⁱᵈ (-ση Cᵃ) | την καρδια B* (τη κ. Bᵃᵇ) προς] επι BᵃᵇU+05D0AC | Κυριον] pr τον A | την δε] και την A | ανοιαν] ανομιαν U+05D0c.a (postea revoc ανοιαν) C | δειξει 24 ανθεξεται] + αυτου A | πεσειν] +αυτον U+05D0c.a (postea ras) AC | τα δε οστα] και τα οστα A 25 αποκατα- στησει δε] και αποκαταστ. A | ανθρωποις] in ανθρ. ras aliq B1fort 26 ευξα- μενος δε| ευξαμενος U+05D0* ευξαμενου δε αυτου U+05D0c.a (postea restit -νος) ευξετε A και δεκτα αντω εσται] εισακουσεται αυτου U+05D0 δεκτα αυτω εσται U+05D0c.a | ιλαρω καθαρω U+05D0c.a (postea restit ιλ.) AC | αποδωσει] απο U+05D0* (αποδωσι U+05D0c.a) | αν- θρωποις] ανω A | δικαιοσυνην] την δ. αυτου A 27 απομεμψεται] απο- πεμψεται A | συνετελουμην A | ητασεν] ητοιμασεν U+05D0* (ητασεν U+05D0c.a) 28 ψυ- χην] pr την A | om μου 1⁰ U+05D0* (hab U+05D01(vid)c.c) | ελθειν] εξελθειν A | η ζωη] η δ ζωη (sic) U+05D0* (om δ U+05D0¹) η ψυχη U+05D0c.a (postea revoc η ς.) ζωη A 29 om παντα C 30 αλλ] και A | ερρυσατο AC | ζωη] ψυχη U+05D0c.a (postea restit ς.) A 31 ενωτιζου] pr υπολαβων δε δλιους λεγειl ακουσατε μου σοφοι επισταμενοι ενωτιζεσθαι το καλονl οτι ειρηκεν Ιὼβ· ιδου ταυτα πᾶ]τα εργαται ο ισχυρος·| οδους τρις μετα ανδρος του επιστρεψαι ψυχην αυτου εκ διαφθοραςl του φωτισαι αυτω εν φωτι ζωντῶ A | ενωτιζου] προσεχε A | ακουε] ακουσον A | και εγω ειμι] ινα A)
- λάλησον, θέλω γὰρ δικαιωθῆναί σε.
583
- εἰ μή, σὺ ἄκουσόν μου·
- κώφευσον, καὶ διδάξω σε.
- ῾ Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
- Ἀκούσατέ μου, σοφοί
- ἐπιστάμενοι, ἐνωτίζεσθε·
- ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
- κρίσιν ἑλώμεθα ἑαυτοῖς,
- γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.
- ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι,
- ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.
- ἐψεύσατο δὲ τῷ κρίματί μου·
- βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
- τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;
- οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας, ἤ ὁδοῦ κοινωνήσας μετὰ
- ποιούντων τὰ ἄνομα,
- τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.
- μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός·
- καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.
- διό, συνετοὶ καρδίας, ἀκούσατέ μου
- Μή μοι εἴη) ἔναντι Κυρίου ἀσεβῆσαι,
- καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·