Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου,
- εἰ δέ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα·
- καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη,
- ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου.
- εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου,
- καὶ εἶπεν ἡ καρδία μου Εὖγε·
- ἀκούσαι ἄρα τὸ οὗς μου τὴν κατάραν μου,
- θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
- εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν
- τῶν σαρκῶν αὐτοῦ πλησθῆναι;
- λίαν μου χρηστοῦ ὄντος·
- ἔξω δὲ οὐκ ηὐλίζετο ξένος,
- ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο·
578
[*](B)- εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,
- οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι
- ἐνώπιον αὐτῶν·
- εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ·
- τίς δῴη ἀκούοντά μου ;
- χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν,
- συγγραφὴν δὲ ἣν εἶχον κατά τινος
- ἐπ᾿ ὤμοις ἂν περιθέμενος
- στέφανον ἀνεγίνωσκον,
- καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδανκα,
- οὐθὲν λαβὼν παρὰ χρεοφιλέτου·
- εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν,
- εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν·
- εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς,
- εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα·
- ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη,
- ἀντὶ δὲ κριθῆς βάτος.
- Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν·
- (¹)ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰὼβ,
- ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.
- ὠργίσθη δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης ἐκ τῆς συγγενείας
- Ῥάμ, τῆς Αὐσείτιδος χώρας·
- ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον
- ἐναντίον Κυρίου.
- καὶ κατὰ τῶν τριῶν δὲ φίῦλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνή-
- θησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ, [*](U+05D0AC)[*](33 εκουσιως U+05D0*vid (ακ. U+05D01c.ᵃ) 34 πληθους] λαου A | om μη C | ενωπιον] εναντιον A | ουτων] αστου U+05D0* (-των U+05D0c.ᵃ) | ειασα] ιασα A ασα C | θυραν] pr την U+05D0c.ᵃ Cvid την θυρα (sic) A | om κολπω κενω Cvid 35 ηδεδοκειν A | συνγραφην U+05D0A 36 επ] pr ει A | om αν A | στεφανον] pr ως A | ανεγι- νωσκον] ανεειγνωσκον A 37 συθεν] ουδεν A | χρεοφειλετου Bᵃᵇ [χρε]ιοφιλ. Cvid + μου A 39 om δε και (1°) A | μονος ανευ τιμης] om μονος U+05D0 ανευ τιμης μονος A | κυριου] κυ B* κυριου Bᵃ | εκλαβων] εκβολων A 40 om αρα A | εξελθοι μοι] εξελθη μοι A εξελθομι C XXXII 1 ετι] + δε A αντειπεν A | δκαιος εν αυτ. Ιωβ A | om ουτων C 2 ο Βουζειτης] ο του Βουζι A ο Βουζιτης C | συγγενιας A | Ραμ] Ραμα A Αραμ C | Αυσιτιδος BᵇAC | ωργισθη δε 2°] και ωργισθη A | διοτι] οτι C | εαυτον] αυτον U+05D0* (εαυ- τον U+05D0c.ᵃ) | εναντιον] εναντι U+05D0A 3 τριων δε] om δε U+05D0* (hab U+05D0c.ᵃ) δε τριων A | φιλων] + αυτου U+05D0c.ᵃ A | σφοδρα ωργισθη U+05D0 | ηδυνηθησαν] ηδυνασθησαν C | Ιωβ] pr τω U+05D0A)
- καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
579
- Ἐλους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι
- αὐτοῦ εἰσιν ἡμέραις.
- καὶ εἶδεν Ἐλους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν
- ἀνδρῶν,
- καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
- ὑπολαβὼν δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης εἶπεν
- Νεώτερος μέν εὶμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι·
- διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ
- ἐπιστήμην.