Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ,
- εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου,
- εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων·
- σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν.
- ἄριζος δὲ γενοίμην ἐπὶ γῆς.
- εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου,
- εἰ καὶ ἐνκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς·
- ἀρέσαι ἄρα καὶ ἡ γυνὴ μου ἐτέρῳ.
- τὰ δὲ νήπιά μου ταπεινωθείη.
- θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·
- πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν·
- οὗ δ᾿ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.
- εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων
- αὐτῶν πρὸς μέ·
- τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ κύριρς;
- ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;
- πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι
- γεγόνασιν;
- γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
- ἀδύνατοι δέ χρείαν ἥν ποτʼ εἶχον οὐκ ἀπέτυχον.
- χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα
- εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ἀρφανῷ
- μετέδωκα·
- ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ,
- καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·
- εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν·
577
- ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, [*](B)
- ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὔμοι αὐτῶν·
- εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια
- περίεστιν,
- ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός,
- ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.
- φόβος γὰρ συνέσχεν με,
- καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
- εἰ ἔταξα χρυσίον εἰς χοῦν μου,
- εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,
- εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου,
- εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·
- ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα,
- σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστιν·