Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. εἶπα δὲ ὅτι Οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν,
  2. ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασιν σοφίαν·
  1. ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς,
  2. πνοὴ δὲ Μαντοκράτορός ἐστιν ἡ διδάσκουσα·
  1. οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδʼ οἱ γέροντες οἴδασιν κρίμα.
  1. διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·
  1. ἐνωτίζεσθέ μου τὰ ῥήματα ὑμῶν ἀκουόντων,
  2. ἄχρι οὗ ἐτάσητε λόγους.
  1. καὶ μέχρι ὑμῶν συνήσω·
  2. καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων,
  3. ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.
  1. ἵνα μὴ εἶπητε Εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι·
  1. ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.
  1. ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι,
  2. ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
  1. ὑπέμεινα, οὐ γὰρ ἐλάλησα·
  2. ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
[*](3 ασεβη BU+05D0*Aᵃ ( (-βῆl) C] ευσεβη U+05D0c.c A* (-βῆ|) 4 Ιωβ] pr τω A | εισν U+05D0ΑC αυτου A | ημεραις] ημερων A ημερας C 5 ιδεν A 6 υπολαβων... ειπεν evan in C | ο Βουζειτης] ο του Βουζι A | ειπεν] λεγει A| om μεν U+05D0* (hab (U+05D0c.a) | διο] διοτι A | εμαυτου] εμην A εαυτου C 7 ειπα] ειπον A | om οτι C | ουχ ο κρονος] om ουχ ο A ου χρ. C | om ουκ AC? 8 αλλα] pr και ουχ ουτως A | εστιν 1⁰] εσται A | ΙΙαντοκρατορος] pr παρα κυ C | διδασκουσα] + σε U+05D0* (σε improb postea ras U+05D0?) + με A 9 ουχ] ου γαρ A | ουδ] ουδε U+05D0A οιδασιν] εισιν U+05D0* εισασιν U+05D0c.a 10 ειπα] ειπον A 11 ενωτιζεσθε] ενω- τισθαι C | τα ρηματα μου A | υμων] pr ερω γαρ U+05D0c.aAC | αχρι (ακρις A ] pr ( ιδου ηκουσα τους λογους υμωνl ενωτισαμην μεχρι σννεσε|ως υμων| A | λογους] τους λ. υμων A 12 μεχρι] εως A | ελεγχων] pr ο A | om ανταποκρινο- μενος . . . υμων U+05D0* (hab U+05D0c.a ) | ρηματα αυτου ρημασιν αυτου A αυτου ρηματα C 13 ινα] + δε A | Κυριω] κυ C | προσθεμενοι κω A 15 ουκ] pr και U+05D0* (om και U+05D0c.a) 16 ου] ουδε U+05D0* (ου U+05D0c.a))
580
[*](B)
  1. ῾Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
  1. Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων,
  2. ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·
  1. ἡ δὲ γαστὴρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος,
  2. ἤ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
  1. λαλήσω, ἳνα ἀναπαύσωμαι, ἀνοίξας τὰ χείλη·
  1. ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ·
  2. ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
  1. οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα·
  2. εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.
  1. οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰὼβ, τὰ ῥήματά μου.
  2. καὶ λαλιὰν ἐνωτίζου μου·
  1. ἰδοὺ γὰρ ἤνοξα τὸ στόμα μου,
  2. καὶ ἐλάλησεν ἡ γλῶσσά μου.
  1. καθαρά μου ἡ καρδία ῥήμασιν,
  2. σύνεσις δέ χειλέων μου καθαρὰ νοήσει.
  1. πνεῦμα θεῖον τὸ ποιῆσάν με,
  2. πνοὴ δὲ αντοκράτορος ἡ διδάσκουσά με.