Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς·
  2. εἶτ᾿ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
  1. ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν,
  2. καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
  1. ἐὸν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου,
  2. πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον·
  1. θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ,
  2. καὶ ὡς πέτρα χειμάρρου Σωφείρ.
  1. ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν,
  2. καθαρὸν δὲ ἀποδώσει σε ὣσπερ ἀργύριον πεπυρωμένον.
  1. εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου, ἀναβλέψας εἰς τὸν οὐρανὸν
  2. ἱλαρῶς·
  1. εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου,
  2. δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·
  1. ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης,
  2. ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος.
  1. ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς ῾ Υπερηφανεύσατο,
  2. καὶ κύφοντα ὀφθαλμοῖς σώσει·
  1. ῤύσεται ἀθῷον,
  2. καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου.
  1. ῾Υπολαβὼν δὲ ᾿ Ιὼβ λέγει
  1. Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν,
  2. [*](U+05D0Α)[*](19 εμυκτηρισεν] +αυτους U+05D0c.aA 20 η υποστασις (-σεις A)] om η A καταλειμμα BᵃᵇU+05D0 21 δη] δε U+05D0A | ειτ] η A 22 εκβαλε] εκλαβοι U+05D0* εκλαβαι U+05D0c.a εκλαβε A | εξηγοριαν] pr συν A 23 πορρω εποιησας] και πορρω ποιησης A*ᵛⁱᵈ (-σον sup ras Aᵃ) | αδικον] κακον U+05D0* το κακον A*fort το αδικον U+05D0c.a Aᵃ 24 θηση] θησεις A | χωματος A | ως] ωσπερ U+05D0c.a (ως U+05D0c.c) A | om πετρα 2⁰ U+05D0* (hab U+05D0c.c ) A | χειμαρρουσωφειρ BA χειμαρρουσσω- φειρ U+05D0 25 ουν σου] δε σοι A 26 παρρησιασθηση] ενπαρρησιαση A | ευαντιον] εναντι U+05D0A 27 σοι αποδουναι τας ευχας] σοι αποδ. τ. ε. σου U+05D0c.ᵃ τας ευχας σου αποδ. A 28 οδους U+05D0* (οδοις U+05D0c.c.) | σου] σοι A 29 ερειτε U+05D0c.ᵃ (mox restit ερεις) | υπερηφανευσατο] νπερηφανευσαμην U+05D0c.ᵃ vid (sup τ scr μ quasi -μην) ει υπερηφανευσαμην A 30 ρυσεται] + δε A | δια- σωθητι] διασωθηση U+05D0c.ᵃ (mox restit -θητι) A XXIII 1 λεγει] λ sup ras B? 2 χειρων A)
    563
  3. καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπʼ ἐμῷ στεναγμῷ.
[*](B)
  1. τίς δʼ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος;
  1. εἴποιμι δὲ ἐμαυτοῦ κρίμα,
  2. τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων·
  1. γνῴην δὲ ἰάματα ἅ μοι ἐρεῖ,
  2. αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ.
  1. καὶ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι·
  2. εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται.
  1. ἀλήθεια γὰρ καὶ ἔλεγχος παρʼ αὐτοῦ,
  2. ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου.
  1. εἰς γὰρ πρῶτα πορεύσομαι, καὶ οὐκ ἔτι εἰμί,
  2. τὰ δὲ ἐπʼ ἐσχάτοις, τί οἶδα ;
  1. ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον,
  2. περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι.
  1. οἶδεν γὰρ ἤδη ὁδόν μου,
  2. διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον.