Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- νῦυ δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα,
- καὶ ἐπελάβου μου· ⁹εἰς μαρτύριον ἐγενήθη·
- καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου,
- κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.
- ὀργῇ χρησάμενος κατέβαλέν με,
- ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας.
- βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσεν.
- ἀκίσιν ὀφθαλμῶν ἐνήλατο,
- ὀξεῖ ἔπαισέν με εἰς τὰ γόνατα,
- ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί.
- παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου.
- ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με.
- εἰρηνεύοντα διεσκέδασέν με· [*](35 αποβησατε C | κενα] καινα C | υποισει] ουκ οισει U+05D0* (υπ. U+05D0c.a) | δολον] U+05D0AC ονον A XVI 1 evan in C 3 εστι C 4 καγω] και δε A | ει] η C | γε υπεκειτο AC | υμων] ημων C | εμης] + ψυχης A ειτ] + ει C | εναλλουμαι C | ρημασιν] λογοις A 6 κινησιν δε] και κεινη- A | χειλεων] + μου U+05D0* (om μου U+05D0c.a postea restit) 7 τραυμα] + μου (postea ras) A | ελασσον U+05D0 8 κατακοπον] κατα τοπον C? (ν pro τ *ᵛⁱᵈ) | σεσηποτα] . . νσεσηποτα (sic) Bᵃᵇ 9 εις] pr και U+05D0* (om U+05D0c.a) ενηθην U+05D0A XVI 2. XVIII 4 multa evanuer in C XVI 10 εβρυξεν] δε A | εμε] εμοι U+05D0 | οδοντας] + αυτου A | πειρατων] πειρατηριων A | εμοι] U+05D0 | [επε]σαν C 11 ακισιν...ενηλατοl οξ sup ras pl lilt Aᵃ | εις] επι | γονατας A* (ras ς A?) | δε] δη U+05D0 | εμοι] εμε A 12 αοικων U+05D0c.a ᵃ ostea restit αδικου) | ασεβεσιν] ασεβεις A | εριψεν U+05D0)
- λαβὠν με τῆς κόμης διέτιλεν,
- κατέστησέν με ὥσπερ σκοπόν.
550
[*](B)- ἐκύκλωσάν με λόγχαις
- βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι
- ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
- κατέβαλόν με πτῶμα ἐπὶ πτώματι,
- ἔδραμον πρὸς μέ δυνάμενοι
- σάκκον ἔραψαν ἐπὶ βύρσης μου.
- τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
- ἡ γαστήρ μου συνκέκαυται ἀπὸ κλαυθμοῦ,
- ἐπὶ δὲ βλεφάροις μου σκιά·
- ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου,
- εὐχὴ δέ μου καθαρά.
- γῆ, μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου.
- μηδὲ εἵη τόπος τῇ κραυγῇ μου.
- καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου,
- ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.
- ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον,
- ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.
- εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου,
- καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.
- ἔτη δὲ ἀριθμητὰ ἥκασιν,
- ὁδῷ δὲ ᾖ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι.