Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ,
- καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.
- αὐλισθείη δὲ πόλεις ἐρήμους.
- εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους·
- ἄ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
- οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα·
- οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν,
- οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος·
- τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος,
- ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
- μὴ πιστευέτω ὅτι ὑπομενεῖ,
- κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
- ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται,
- καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
- τρυγηθείη) δὲ ὡς ὄμφαξ πρὸ ὥρας.
- ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
- μαρτύριον γὰρ ἀσεβοῦς θάνατος,
- πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
- ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας,
- ἀποβήσεται δὲ αὐτῷ κενά,
- ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.
- ῾γπολαβὼν δὲ ᾿Ιὼβ λέγει
- Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτοπες κακῶν πάντες.
- τί γάρ; μὴ τάξις ἐσὶν ῥήμασιν πνεύματος; ἤ τί
- παρακλήτορες κακῶν πάντες.
- ἤ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;
- κἀγὼ καθʼ ὑμᾶς λαλήσω.
- εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς.
- εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ῥήμασιν,
- κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν.
- εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου.
- κίνησιν δέ χειλέων οὐ φείσομαι.
- ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα·
- ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;
549