Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀλέκομαι πνεύματι φερόμενος,
  2. δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.
  1. λίσσομαι κάμνων, καὶ τί ποιήσας;
  1. ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι·
  2. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.
  1. ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως,
  2. [*](U+05D0AC)[*](13 διετειλεν AC 14 την γην] om την U+05D0A | χολην] ζωην U+05D0c.a (poste revoc χλοην) A 15 om πτωμα U+05D0* (hab U+05D0c.c fort) | προς με] προς εμε επ εμε A | δυναμενοι] δυνατοι A 16 ερραψαν Bᵃ fort b U+05D0*C εριψαν U+05D0c. (postea restit ερραψ.) ερριψαν A | βυρσσης (sic) U+05D0* βυρσης U+05D0¹βυρσηU+05D0c.ᵃ⁽ᵛiᵈ)A εν γη] εις γην A | εσβεσθη] εσβεσαν A 17 συγκεκαυται Bᵇ | κλαυθμοι +μου U+05D0* (om U+05D0?) | βλεφαρων A | σκια] +θανατου U+05D0c.ᵃA 18 δε 1⁰] γαρ 19 της σαρκος | om της A | της κραυγης A μου 2⁰] cett om U+05D0* usque XVI 12 (hab U+05D0c.a ᵐᵍ inf) 20 ουρανοις (ουνοις sic A)] ουνω U+05D0c.a | om μου Io 21 η δεησις μου A | σταζοι] σταξαι A | ο οφθαλμος μου A 22 ελεγχος ο ελ. μου A | εναντι] εναντιον C | om και υιω . . . αυτου U+05D0c.a | υιω] υιος 23 ηκασιν] ηκουσιν μοι A XVII 2 ποιησας BU+05D0c.a C] ποιησω U+05D0c.c 3 αλλοτριοι τα υπαρχοντα A 4 εκρυψαν AC (.. . ψαν))
    551
  3. διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
[*](B)
  1. τῇ μερίδι ἀναγγελεῖ κακίας.
  2. ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν.
  1. ἔθοῦ δέ με θρύλημα ἐν ἔθνεσιν,
  2. γέλως δὲ αὐτοῖς ἀπέβην·
  1. πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου,
  2. πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.
  1. θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ·
  2. δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·
  1. σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν,
  2. καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
  1. οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή.
  2. οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
  1. αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ,
  2. ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου·
  1. νύκτα εἰς ἡμέραν ἔθηκα,
  2. φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.
  1. ἐὰν γὰρ ὑπομείνω, ᾔδης μου ὁ οἶκος.
  2. ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.
  1. θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι,
  2. μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.
  1. ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς
  2. ἤ τὰ ἀγαθά μου ὄψομαι
  1. ἤ μετʼ ἐμοῦ εἰς ᾄδην καταβήσονται.
  2. ἤ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;